22.1 Καὶ ἀποκριθεὶς Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων
22.2 Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ , ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ .
22.3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους , καὶ οὐκ ἤθελον ἐλθεῖν .
22.4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων Εἴπατε τοῖς κεκλημένοις Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα , οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα , καὶ πάντα ἕτοιμα · δεῦτε εἰς τοὺς γάμους .
22.5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον , ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν , ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ ·
22.6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν .
22.7 δὲ βασιλεὺς ὠργίσθη , καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν .
22.8 τότε λέγει τοῖς δούλοις αὐτοῦ μὲν γάμος ἕτοιμός ἐστιν , οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι ·
22.9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν , καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους .
22.10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον , πονηρούς τε καὶ ἀγαθούς · καὶ ἐπλήσθη νυμφὼν ἀνακειμένων .
22.11 εἰσελθὼν δὲ βασιλεὺς θεάσασθαί τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου ·
22.12 καὶ λέγει αὐτῷ Ἑταῖρε , πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου ; δὲ ἐφιμώθη .
22.13 τότε βασιλεὺς εἶπεν τοῖς διακόνοις Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον · ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων .