22.14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί .
22.15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ .
22.16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντας Διδάσκαλε , οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις , καὶ οὐ μέλει σοι περὶ οὐδενός , οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων ·
22.17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ · ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ ;
22.18 γνοὺς δὲ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν Τί με πειράζετε , ὑποκριταί ;
22.19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου . οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον .
22.20 καὶ λέγει αὐτοῖς Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή ;
22.21 λέγουσιν Καίσαρος . τότε λέγει αὐτοῖς Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ .
22.22 καὶ ἀκούσαντες ἐθαύμασαν , καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν .
22.23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι , λέγοντες μὴ εἶναι ἀνάστασιν , καὶ ἐπηρώτησαν αὐτὸν
22.24 λέγοντες Διδάσκαλε , Μωυσῆς εἶπεν " Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα , ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν " " γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ . "
22.25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί · καὶ πρῶτος γήμας ἐτελεύτησεν , καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ ·
22.26 ὁμοίως καὶ δεύτερος καὶ τρίτος ,
22.27 ἕως τῶν ἑπτά · ὕστερον δὲ πάντων ἀπέθανεν γυνή .
22.28 ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή ; πάντες γὰρ ἔσχον αὐτήν .