22.29 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ ·
22.30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται , ἀλλ’ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσίν ·
22.31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος
22.32 " Ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ ; " οὐκ ἔστιν [ ] θεὸς νεκρῶν ἀλλὰ ζώντων .
22.33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ .
22.34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό .
22.35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν
22.36 Διδάσκαλε , ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ ;
22.37 δὲ ἔφη αὐτῷ " Ἀγαπήσεις Κύριον τὸν θεόν σου ἐν ὅλῃ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου · "
22.38 αὕτη ἐστὶν μεγάλη καὶ πρώτη ἐντολή .
22.39 δευτέρα ὁμοία αὕτη " Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν . "
22.40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος κρέμαται καὶ οἱ προφῆται .
22.41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς Ἰησοῦς λέγων
22.42 Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ ; τίνος υἱός ἐστιν ; λέγουσιν αὐτῷ Τοῦ Δαυείδ .
22.43 λέγει αὐτοῖς Πῶς οὖν Δαυεὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων
22.44 " Εἶπεν Κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου ; "
22.45 εἰ οὖν Δαυεὶδ καλεῖ αὐτὸν κύριον , πῶς υἱὸς αὐτοῦ ἐστίν ;