24.38 ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις [ ἐκείναις ] ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες , γαμοῦντες καὶ γαμίζοντες , ἄχρι ἧς ἡμέρας " εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν , "
24.39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν κατακλυσμὸς καὶ ἦρεν ἅπαντας , οὕτως ἔσται παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου .
24.40 τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ , εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται ·
24.41 δύο ἀλήθουσαι ἐν τῷ μύλῳ , μία παραλαμβάνεται καὶ μία ἀφίεται .
24.42 γρηγορεῖτε οὖν , ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ κύριος ὑμῶν ἔρχεται .
24.43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ φυλακῇ κλέπτης ἔρχεται , ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οὶκίαν αὐτοῦ .
24.44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι , ὅτι οὐ δοκεῖτε ὥρᾳ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται .
24.45 Τίς ἄρα ἐστὶν πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ ;
24.46 μακάριος δοῦλος ἐκεῖνος ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα ·
24.47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν .
24.48 ἐὰν δὲ εἴπῃ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ Χρονίζει μου κύριος ,
24.49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ , ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων ,
24.50 ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ οὐ γινώσκει ,