26.17 τῷ Ἰησοῦ λέγοντες Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα ;
26.18 ὁ δὲ εἶπεν Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ Ὁ διδάσκαλος λέγει Ὁ καιρός μου ἐγγύς ἐστιν · πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου .
26.19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς , καὶ ἡτοίμασαν τὸ πάσχα .
26.20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα [ μαθητῶν ] .
26.21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με .
26.22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος Μήτι ἐγώ εἰμι , κύριε ;
26.23 ὁ δὲ ἀποκριθεὶς εἶπεν Ὁ ἐμβάψας μετ’ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει ·
26.24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ , οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται · καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος .
26.25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν Μήτι ἐγώ εἰμι , ῥαββεί ; λέγει αὐτῷ Σὺ εἶπας .
26.26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν Λάβετε φάγετε , τοῦτό ἐστιν τὸ σῶμά μου .
26.27 καὶ λαβὼν ποτήριον [ καὶ ] εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων
26.28 Πίετε ἐξ αὐτοῦ πάντες , τοῦτο γάρ ἐστιν " τὸ αἷμά " μου " τῆς διαθήκης " τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν ·
26.29 λέγω δὲ ὑμῖν , οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν