25.17 ὡσαύτως τὰ δύο ἐκέρδησεν ἄλλα δύο ·
25.18 δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ .
25.19 μετὰ δὲ πολὺν χρόνον ἔρχεται κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ’ αὐτῶν .
25.20 καὶ προσελθὼν τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων Κύριε , πέντε τάλαντά μοι παρέδωκας · ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα .
25.21 ἔφη αὐτῷ κύριος αὐτοῦ Εὖ , δοῦλε ἀγαθὲ καὶ πιστέ , ἐπὶ ὀλίγα ἦς πιστός , ἐπὶ πολλῶν σε καταστήσω · εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου .
25.22 προσελθὼν καὶ τὰ δύο τάλαντα εἶπεν Κύριε , δύο τάλαντά μοι παρέδωκας · ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα .
25.23 ἔφη αὐτῷ κύριος αὐτοῦ Εὖ , δοῦλε ἀγαθὲ καὶ πιστέ , ἐπὶ ὀλίγα ἦς πιστός , ἐπὶ πολλῶν σε καταστήσω · εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου .
25.24 προσελθὼν δὲ καὶ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν Κύριε , ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος , θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας ·
25.25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ · ἴδε ἔχεις τὸ σόν .
25.26 ἀποκριθεὶς δὲ κύριος αὐτοῦ εἶπεν αὐτῷ Πονηρὲ δοῦλε καὶ ὀκνηρέ , ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα ;
25.27 ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζείταις , καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ .
25.28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα ·