25.41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων Πορεύεσθε ἀπ’ ἐμοῦ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ ·
25.42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν , [ καὶ ] ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με ,
25.43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με , γυμνὸς καὶ οὐ περιεβάλετέ με , ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με .
25.44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες Κύριε , πότε σε εἴδομεν πεινῶντα διψῶντα ξένον γυμνὸν ἀσθενῆ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι ;
25.45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων Ἀμὴν λέγω ὑμῖν , ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων , οὐδὲ ἐμοὶ ἐποιήσατε .
25.46 καὶ ἀπελεύσονται " οὗτοι εἰς " κόλασιν " αἰώνιον , οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον . "