26.1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς πάντας τοὺς λόγους τούτους , εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
26.2 Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται , καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι .
26.3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καιάφα ,
26.4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν ·
26.5 ἔλεγον δέ Μὴ ἐν τῇ ἑορτῇ , ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ .
26.6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ ,
26.7 προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου .
26.8 ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες Εἰς τί ἀπώλεια αὕτη ;
26.9 ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς .
26.10 γνοὺς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τί κόπους παρέχετε τῇ γυναικί ; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ ·
26.11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν , ἐμὲ δὲ οὐ πάντοτε ἔχετε ·
26.12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν .
26.13 ἀμὴν λέγω ὑμῖν , ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ , λαληθήσεται καὶ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς .
26.14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα , λεγόμενος Ἰούδας Ἰσκαριώτης , πρὸς τοὺς ἀρχιερεῖς
26.15 εἶπεν Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν ; " οἱ δὲ ἔστησαν " αὐτῷ " τριάκοντα ἀργύρια . "
26.16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ .