26.29 λέγω δὲ ὑμῖν , οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου .
26.30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν .
26.31 Τότε λέγει αὐτοῖς Ἰησοῦς Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ , γέγραπται γάρ " Πατάξω τὸν ποιμένα , καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης · "
26.32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν .
26.33 ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί , ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι .
26.34 ἔφη αὐτῷ Ἰησοῦς Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με .
26.35 λέγει αὐτῷ Πέτρος Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν , οὐ μή σε ἀπαρνήσομαι . ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν .
26.36 Τότε ἔρχεται μετ’ αὐτῶν Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανεί , καὶ λέγει τοῖς μαθηταῖς Καθίσατε αὐτοῦ ἕως [ οὗ ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι .
26.37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν .
26.38 τότε λέγει αὐτοῖς " Περίλυπός ἐστιν ψυχή μου " ἕως θανάτου · μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ .
26.39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων Πάτερ μου , εἰ δυνατόν ἐστιν , παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο · πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ .