26.40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας , καὶ λέγει τῷ Πέτρῳ Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ ;
26.41 γρηγορεῖτε καὶ προσεύχεσθε , ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν · τὸ μὲν πνεῦμα πρόθυμον δὲ σὰρξ ἀσθενής .
26.42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο [ λέγων ] Πάτερ μου , εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω , γενηθήτω τὸ θέλημά σου .
26.43 καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας , ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι .
26.44 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν .
26.45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε · ἰδοὺ ἤγγικεν ὥρα καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν .
26.46 ἐγείρεσθε ἄγωμεν · ἰδοὺ ἤγγικεν παραδιδούς με .
26.47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ .
26.48 δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων Ὃν ἂν φιλήσω αὐτός ἐστιν · κρατήσατε αὐτόν .
26.49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν Χαῖρε , ῥαββεί · καὶ κατεφίλησεν αὐτόν .
26.50 δὲ Ἰησοῦς εἶπεν αὐτῷ Ἑταῖρε , ἐφ’ πάρει . τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν .
26.51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον .