27.16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν .
27.17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς Πειλᾶτος Τίνα θέλετε ἀπολύσω ὑμῖν , [ τὸν ] Βαραββᾶν Ἰησοῦν τὸν λεγόμενον Χριστόν ;
27.18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν .
27.19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν γυνὴ αὐτοῦ λέγουσα Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ , πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν .
27.20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν .
27.21 ἀποκριθεὶς δὲ ἡγεμὼν εἶπεν αὐτοῖς Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν ; οἱ δὲ εἶπαν Τὸν Βαραββᾶν .
27.22 λέγει αὐτοῖς Πειλᾶτος Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν ; λέγουσιν πάντες Σταυρωθήτω .
27.23 δὲ ἔφη Τί γὰρ κακὸν ἐποίησεν ; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες Σταυρωθήτω .
27.24 ἰδὼν δὲ Πειλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας κατέναντι τοῦ ὄχλου λέγων Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου · ὑμεῖς ὄψεσθε .
27.25 καὶ ἀποκριθεὶς πᾶς λαὸς εἶπεν Τὸ αἷμα αὐτοῦ . ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν .
27.26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν , τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ .
27.27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν .
27.28 καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ ,