27.1 Πρωίας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν ·
27.2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πειλάτῳ τῷ ἡγεμόνι .
27.3 Τότε ἰδὼν Ἰούδας παραδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις λέγων Ἥμαρτον παραδοὺς αἷμα δίκαιον .
27.4 οἱ δὲ εἶπαν Τί πρὸς ἡμᾶς ; σὺ ὄψῃ .
27.5 καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν , καὶ ἀπελθὼν ἀπήγξατο .
27.6 Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν , ἐπεὶ τιμὴ αἵματός ἐστιν ·
27.7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις .
27.8 διὸ ἐκλήθη ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον .
27.9 Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος " Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια , τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ , "
27.10 " καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως , καθὰ συνέταξέν μοι Κύριος . "
27.11 δὲ Ἰησοὺς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος · καὶ ἐπηρώτησεν αὐτὸν ἡγεμὼν λέγων Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων ; δὲ Ἰησοῦς ἔφη Σὺ λέγεις .
27.12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο .
27.13 τότε λέγει αὐτῷ Πειλᾶτος Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν ;
27.14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα , ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν .
27.15 Κατὰ δὲ ἑορτὴν εἰώθει ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον .