28.1 Ὀψὲ δὲ σαββάτων , τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων , ἦλθεν Μαρία Μαγδαληνὴ καὶ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον .
28.2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας · ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ .
28.3 ἦν δὲ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών .
28.4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί .
28.5 ἀποκριθεὶς δὲ ἄγγελος εἶπεν ταῖς γυναιξίν Μὴ φοβεῖσθε ὑμεῖς , οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε ·
28.6 οὐκ ἔστιν ὧδε , ἠγέρθη γὰρ καθὼς εἶπεν · δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ·
28.7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν , καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν , ἐκεῖ αὐτὸν ὄψεσθε · ἰδοὺ εἶπον ὑμῖν .
28.8 καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ .
28.9 καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων Χαίρετε · αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ .
28.10 τότε λέγει αὐταῖς Ἰησοῦς Μὴ φοβεῖσθε · ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν , κἀκεῖ με ὄψονται .
28.11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα .
28.12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
28.13 λέγοντες Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων ·