1 περὶ πολλοῦ ἂν ποιησαίμην , ἄνδρες , τὸ τοιούτους ὑμᾶς ἐμοὶ δικαστὰς περὶ τούτου τοῦ πράγματος γενέσθαι , οἷοίπερ ἂν ὑμῖν αὐτοῖς εἴητε τοιαῦτα πεπονθότες · εὖ γὰρ οἶδ’ ὅτι , εἰ τὴν αὐτὴν γνώμην περὶ τῶν ἄλλων ἔχοιτε , ἥνπερ περὶ ὑμῶν αὐτῶν , οὐκ ἂν εἴη · ὅστις οὐκ ἐπὶ τοῖς γεγενημένοις ἀγανακτοίη , ἀλλὰ πάντες ἂν περὶ τῶν τὰ τοιαῦτα ἐπιτηδευόντων τὰς ζημίας μικρὰς ἡγοῖσθε .
2 καὶ ταῦτα οὐκ ἂν εἴη μόνον παρ’ ὑμῖν οὕτως ἐγνωσμένα , ἀλλ’ ἐν ἁπάσῃ τῇ Ἑλλάδι · περὶ τούτου γὰρ μόνου τοῦ ἀδικήματος καὶ ἐν δημοκρατίᾳ καὶ ὀλιγαρχίᾳ αὐτὴ τιμωρία τοῖς ἀσθενεστάτοις πρὸς τοὺς τὰ μέγιστα δυναμένους ἀποδέδοται , ὥστε τὸν χείριστον τῶν αὐτῶν τυγχάνειν τῷ βελτίστῳ · οὕτως , ἄνδρες , ταύτην τὴν ὕβριν ἅπαντες ἄνθρωποι δεινοτάτην ἡγοῦνται .
3 περὶ μὲν οὖν τοῦ μεγέθους τῆς ζημίας ἅπαντας ὑμᾶς νομίζω τὴν αὐτὴν διάνοιαν ἔχειν , καὶ οὐδένα οὕτως ὀλιγώρως διακεῖσθαι , ὅστις οἴεται δεῖν συγγνώμης τυγχάνειν μικρᾶς ζημίας ἀξίους ἡγεῖται τοὺς τῶν τοιούτων ἔργων αἰτίους · ἡγοῦμαι δέ ,
4 ἄνδρες , τοῦτό με δεῖν ἐπιδεῖξαι , ὡς ἐμοίχευεν Ἐρατοσθένης τὴν γυναῖκα τὴν ἐμὴν καὶ ἐκείνην τε διέφθειρε καὶ τοὺς παῖδας τοὺς ἐμοὺς ᾔσχυνε καὶ ἐμὲ αὐτὸν ὕβρισεν εἰς τὴν οἰκίαν τὴν ἐμὴν εἰσιών , καὶ οὔτε ἔχθρα ἐμοὶ καὶ ἐκείνῳ οὐδεμία ἦν πλὴν ταύτης , οὔτε χρημάτων ἕνεκα ἔπραξα ταῦτα , ἵνα πλούσιος ἐκ πένητος γένωμαι , οὔτε ἄλλου κέρδους οὐδενὸς πλὴν τῆς κατὰ τοὺς νόμους τιμωρίας .