5 ἐγὼ τοίνυν ἐξ ἀρχῆς ὑμῖν ἅπαντα ἐπιδείξω τὰ ἐμαυτοῦ πράγματα , οὐδὲν παραλείπων , ἀλλὰ λέγων τἀληθῆ · ταύτην γὰρ ἐμαυτῷ μόνην ἡγοῦμαι σωτηρίαν , ἐὰν ὑμῖν εἰπεῖν ἅπαντα δυνηθῶ τὰ πεπραγμένα .
6 ἐγὼ γάρ , Ἀθηναῖοι , ἐπειδὴ ἔδοξέ μοι γῆμαι καὶ γυναῖκα ἠγαγόμην εἰς τὴν οἰκίαν , τὸν μὲν ἄλλον χρόνον οὕτω διεκείμην ὥστε μήτε λυπεῖν μήτε λίαν ἐπ’ ἐκείνῃ εἶναι τι ἂν ἐθέλῃ ποιεῖν , ἐφύλαττόν τε ὡς οἷόν τε ἦν , καὶ προσεῖχον τὸν νοῦν ὥσπερ εἰκὸς ἦν . ἐπειδὴ δέ μοι παιδίον γίγνεται , ἐπίστευον ἤδη καὶ πάντα τὰ ἐμαυτοῦ ἐκείνῃ παρέδωκα , ἡγούμενος ταύτην οἰκειότητα μεγίστην εἶναι · ἐν μὲν οὖν τῷ πρώτῳ χρόνῳ ,
7 Ἀθηναῖοι , πασῶν ἦν βελτίστη · καὶ γὰρ οἰκονόμος δεινὴ καὶ φειδωλὸς ἀγαθὴ καὶ ἀκριβῶς πάντα διοικοῦσα · ἐπειδὴ δέ μοι μήτηρ ἐτελεύτησε , πάντων τῶν κακῶν ἀποθανοῦσα αἰτία μοι γεγένηται .
8 ἐπ’ ἐκφορὰν γὰρ αὐτῇ ἀκολουθήσασα ἐμὴ γυνὴ ὑπὸ τούτου τοῦ ἀνθρώπου ὀφθεῖσα , χρόνῳ διαφθείρεται · ἐπιτηρῶν γὰρ τὴν θεράπαιναν τὴν εἰς τὴν ἀγορὰν βαδίζουσαν καὶ λόγους προσφέρων ἀπώλεσεν αὐτήν .
9 πρῶτον μὲν οὖν , ἄνδρες , ( δεῖ γὰρ καὶ ταῦθ’ ὑμῖν διηγήσασθαι ) οἰκίδιον ἔστι μοι διπλοῦν , ἴσα ἔχον τὰ ἄνω τοῖς κάτω κατὰ τὴν γυναικωνῖτιν καὶ κατὰ τὴν ἀνδρωνῖτιν . ἐπειδὴ δὲ τὸ παιδίον ἐγένετο ἡμῖν , μήτηρ αὐτὸ ἐθήλαζεν · ἵνα δὲ μή , ὁπότε λοῦσθαι δέοι , κινδυνεύῃ κατὰ τῆς κλίμακος καταβαίνουσα , ἐγὼ μὲν ἄνω διῃτώμην , αἱ δὲ γυναῖκες κάτω .