30 ἀνάγνωθι δέ μοι καὶ τοῦτον τὸν νόμον τὸν ἐκ τῆς στήλης τῆς ἐξ Ἀρείου πάγου . " Νόμος " ἀκούετε , ἄνδρες , ὅτι αὐτῷ τῷ δικαστηρίῳ τῷ ἐξ Ἀρείου πάγου , καὶ πάτριόν ἐστι καὶ ἐφ’ ἡμῶν ἀποδέδοται τοῦ φόνου τὰς δίκας δικάζειν , διαρρήδην εἴρηται τούτου μὴ καταγιγνώσκειν φόνον , ὃς ἂν ἐπὶ δάμαρτι τῇ ἑαυτοῦ μοιχὸν λαβὼν ταύτην τὴν τιμωρίαν ποιήσηται .
31 καὶ οὕτω σφόδρα νομοθέτης ἐπὶ ταῖς γαμεταῖς γυναιξὶ δίκαια ταῦτα ἡγήσατο εἶναι , ὥστε καὶ ἐπὶ ταῖς παλλακαῖς ταῖς ἐλάττονος ἀξίαις τὴν αὐτὴν δίκην ἐπέθηκε . καίτοι δῆλον ὅτι , εἴ τινα εἶχε ταύτης μείζω τιμωρίαν ἐπὶ ταῖς γαμεταῖς , ἐποίησεν ἄν . νῦν δὲ οὐχ οἷός τε ὢν ταύτης ἰσχυροτέραν ἐπ’ ἐκείναις ἐξευρεῖν , τὴν αὐτὴν καὶ ἐπὶ ταῖς παλλακαῖς ἠξίωσε γίγνεσθαι . ἀνάγνωθι δέ μοι καὶ τοῦτον τὸν νόμον . " Νόμος "
32 ἀκούετε , ἄνδρες , ὅτι κελεύει , ἐάν τις ἄνθρωπον ἐλεύθερον παῖδα αἰσχύνῃ βίᾳ , διπλῆν τὴν βλάβην ὀφείλειν · ἐὰν δὲ γυναῖκα , ἐφ’ αἷσπερ ἀποκτείνειν ἔξεστιν , ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι · οὕτως , ἄνδρες , τοὺς βιαζομένους ἐλάττονος ζημίας ἀξίους ἡγήσατο εἶναι τοὺς πείθοντας · τῶν μὲν γὰρ θάνατον κατέγνω , τοῖς δὲ διπλῆν ἐποίησε τὴν βλάβην , ἡγούμενος τοὺς μὲν διαπραττομένους βίᾳ ὑπὸ τῶν βιασθέντων μισεῖσθαι ,