33 τοὺς δὲ πείσαντας οὕτως αὐτῶν τὰς ψυχὰς διαφθείρειν , ὥστ’ οἰκειοτέρας αὑτοῖς ποιεῖν τὰς ἀλλοτρίας γυναῖκας τοῖς ἀνδράσι , καὶ πᾶσαν ἐπ’ ἐκείνοις τὴν οἰκίαν γεγονέναι , καὶ τοὺς παῖδας ἀδήλους εἶναι ὁποτέρων τυγχάνουσιν ὄντες , τῶν ἀνδρῶν τῶν μοιχῶν . ἀνθ’ ὧν τὸν νόμον τιθεὶς θάνατον αὐτοῖς ἐποίησε τὴν ζημίαν .
34 ἐμοῦ τοίνυν , ἄνδρες , οἱ μὲν νόμοι οὐ μόνον ἀπεγνωκότες εἰσὶ μὴ ἀδικεῖν , ἀλλὰ καὶ κεκελευκότες ταύτην τὴν δίκην λαμβάνειν · ἐν ὑμῖν δ’ ἐστὶ πότερον χρὴ τούτους ἰσχυροὺς μηδενὸς ἀξίους εἶναι .
35 ἐγὼ μὲν γὰρ οἶμαι πάσας τὰς πόλεις διὰ τοῦτο τοὺς νόμους τίθεσθαι , ἵνα περὶ ὧν ἂν πραγμάτων ἀπορῶμεν , παρὰ τούτους ἐλθόντες σκεψώμεθα τι ἡμῖν ποιητέον ἐστίν . οὗτοι τοίνυν περὶ τῶν τοιούτων τοῖς ἀδικουμένοις τοιαύτην δίκην λαμβάνειν παρακελεύονται .
36 οἷς ὑμᾶς ἀξιῶ τὴν αὐτὴν γνώμην ἔχειν · εἰ δὲ μή , τοιαύτην ἄδειαν τοῖς μοιχοῖς ποιήσετε , ὥστε καὶ τοὺς κλέπτας ἐπαρεῖτε φάσκειν μοιχοὺς εἶναι , εὖ εἰδότας ὅτι , ἐὰν ταύτην τὴν αἰτίαν περὶ ἑαυτῶν λέγωσι καὶ ἐπὶ τούτῳ φάσκωσιν εἰς τὰς ἀλλοτρίας οἰκίας εἰσιέναι , οὐδεὶς αὐτῶν ἅψεται . πάντες γὰρ εἴσονται ὅτι τοὺς μὲν νόμους τῆς μοιχείας χαίρειν ἐᾶν δεῖ , τὴν δὲ ψῆφον τὴν ὑμετέραν δεδιέναι · αὕτη γάρ ἐστι πάντων τῶν ἐν τῇ πόλει κυριωτάτη .