37 σκέψασθε δέ , ἄνδρες · κατηγοροῦσι γάρ μου ὡς ἐγὼ τὴν θεράπαιναν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετελθεῖν ἐκέλευσα τὸν νεανίσκον . ἐγὼ δέ , ἄνδρες , δίκαιον μὲν ἂν ποιεῖν ἡγούμην ᾡτινιοῦν τρόπῳ τὸν τὴν γυναῖκα τὴν ἐμὴν διαφθείραντα
38 λαμβάνων · εἰ μὲν γὰρ λόγων εἰρημένων ἔργου δὲ μηδενὸς γεγενημένου μετελθεῖν ἐκέλευον ἐκεῖνον , ἠδίκουν ἄν · εἰ δὲ ἤδη πάντων διαπεπραγμένων καὶ πολλάκις εἰσεληλυθότος εἰς τὴν οἰκίαν τὴν ἐμὴν ᾡτινιοῦν τρόπῳ ἐλάμβανον αὐτόν , σωφρονεῖν ἂν ἐμαυτὸν ἡγούμην ·
39 σκέψασθε δὲ ὅτι καὶ ταῦτα ψεύδονται · ῥᾳδίως δὲ ἐκ τῶνδε γνώσεσθε . ἐμοὶ γάρ , ἄνδρες , ὅπερ καὶ πρότερον εἶπον , φίλος ὢν Σώστρατος καὶ οἰκείως διακείμενος ἀπαντήσας ἐξ ἀγροῦ περὶ ἡλίου δυσμὰς συνεδείπνει , καὶ ἐπειδὴ καλῶς εἶχεν αὐτῷ , ἀπιὼν ᾤχετο .
40 καίτοι πρῶτον μέν , ἄνδρες , ἐνθυμήθητε · ὅτι εἰ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐγὼ ἐπεβούλευον Ἐρατοσθένει , πότερον ἦν μοι κρεῖττον αὐτῷ ἑτέρωθι δειπνεῖν τὸν συνδειπνήσοντά μοι εἰσαγαγεῖν ; οὕτω γὰρ ἂν ἧττον ἐτόλμησεν ἐκεῖνος εἰσελθεῖν εἰς τὴν οἰκίαν . εἶτα δοκῶ ἂν ὑμῖν τὸν συνδειπνοῦντα ἀφεὶς μόνος καταλειφθῆναι καὶ ἔρημος γενέσθαι , κελεύειν ἐκεῖνον μεῖναι , ἵνα μετ’ ἐμοῦ τὸν μοιχὸν ἐτιμωρεῖτο ;