1.7 Ἡ δὲ ἐποποιία μόνον τοῖς λόγοις ψιλοῖς ἢ τοῖς μέτροις , καὶ τούτοις εἴτε μιγνῦσα μετ ̓ ἀλλήλων , εἴθ ̓ ἑνί τινι γένει χρωμένη τῶν μέτρων τυγχάνουσα μέχρι τοῦ νῦν .
1.8 Οὐδὲν γὰρ ἂν ἔχοιμεν ὀνομάσαι κοινὸν τοὺς Σώφρονος καὶ Ξενάρχου μίμους καὶ τοὺς Σωκρατικοὺς λόγους ,
1.9 οὐδὲ εἴ τις διὰ τριμέτρων ἢ ἐλεγείων ἢ τῶν ἄλλων τινῶν τῶν τοιούτων ποιοῖτο τὴν μίμησιν·
1.10 πλὴν οἱ ἄνθρωποί γε συνάπτοντες τῷ μέτρῳ τὸ ποιεῖν ἐλεγειοποιοὺς τοὺς δὲ ἐποποιοὺς ὀνομάζουσιν , οὐχ ὡς τοὺς κατὰ μίμησιν ποιητὰς ἀλλὰ κοινῇ κατὰ τὸ μέτρον προσαγορεύοντες .
1.11 Καὶ γὰρ ἂν ἰατρικὸν ἢ μουσικόν τι διὰ τῶν μέτρων ἐκφέρωσιν , οὕτω καλεῖν εἰώθασιν . Οὐδὲν δὲ κοινόν ἐστιν Ὁμήρῳ καὶ Ἐμπεδοκλεῖ πλὴν τὸ μέτρον· διὸ τὸν μὲν ποιητὴν δίκαιον καλεῖν , τὸν δὲ φυσιολόγου μᾶλλον ἢ ποιητήν .
1.12 Ὁμοίως δὲ κἂν εἴ τις ἅπαντα τὰ μέτρα μιγνύων ποιοῖτο τὴν μίμησιν , καθάπερ Χαιρήμων ἐποίησε Κένταυρον μικτὴν ῥαψῳδίαν ἐξ ἁπάντων τῶν μέτρων , οὐκ ἤδη καὶ ποιητὴν προσαγορευτέον . Περὶ μὲν οὖν τούτων διωρίσθω τοῦτον τὸν τρόπον .
1.13 Εἰσὶ δέ τινες οἳ πάσι χρῶνται τοῖς εἰρημένοις , λέγω δὲ οἷον ῥυθμῷ καὶ μέλει καὶ μέτρῳ , ὥσπερ ἥ τε τῶν διθυραμβικῶν ποίησις καὶ ἡ τῶν νόμων καὶ ἥ τε τραγῳδία καὶ ἡ κωμῳδία· διαφέρουσι δέ , ὅτι αἱ μὲν ἅμα πᾶσιν αἱ δὲ κατὰ μέρος .
1.14 Ταύτας μὲν οὖν λέγω τὰς διαφορὰς τῶν τεχνῶν , ἐν οἷς ποιοῦνται τὴν μίμησιν .