2.1 Ἐπεὶ δὲ μιμοῦνται οἱ μιμούμενοι πράττοντας , ἀνάγκη δὲ τούτους ἢ σπουδαίους ἢ φαύλους εἶναι ( τὰ γὰρ ἤθη σχεδὸν ἀεὶ τούτοις ἀκολουθεῖ μόνοις· κακίᾳ γὰρ καὶ ἀρετῇ τὰ ἤθη διαφέρουσι πάντες ) , ἤτοι βελτίονας ἢ καθ ̓ ἡμᾶς ἢ χείρονας ἢ καὶ τοιούτους , ὥσπερ οἱ γραφεῖς·
2.2 Πολύγνωτος μὲν γὰρ κρείττους , Παύσων δὲ χείρους , Διονύσιος δὲ ὁμοίους εἴκαζεν .
2.3 Δῆλον δὲ ὅτι καὶ τῶν λεχθεισῶν ἑκάστη μιμήσεων ἕξει ταύτας τὰς διαφοράς , καὶ ἔσται ἑτέρα τῷ ἕτερα μιμεῖσθαι τοῦτον τὸν τρόπον .
2.4 Καὶ γὰρ ἐν ὀρχήσει καὶ αὐλήσει καὶ κιθαρίσει ἔστι γενέσθαι ταύτας τὰς ἀνομοιότητας ,
2.5 καὶ περὶ τοὺς λόγους δὲ καὶ τὴν ψιλομετρίαν , οἷον Ὅμηρος μὲν βελτίους , Κλεοφῶν δὲ ὁμοίους , Ἡγήμων δὲ ὁ Θάσιος ὁ τὰς παρῳδίας ποιήσας πρῶτος καὶ Νικοχάρης ὁ τὴν Δηλιάδα χείρους .
2.6 Ὁμοίως δὲ καὶ περὶ τοὺς διθυράμβους καὶ περὶ τοὺς νόμους , ὡς Πέρσας καὶ Κύκλωπας Τιμόθεος καὶ Φιλόξενος , μιμήσαιτο ἄν τις .
2.7 Ἐν αὐτῇ δὲ τῇ διαφορᾷ καὶ ἡ τραγῳδία πρὸς τὴν κωμῳδίαν διέστηκεν· ἡ μὲν γὰρ χείρους ἡ δὲ βελτίους μιμεῖσθαι βούλεται τῶν νῦν .