4.10 ἀπὸ δὲ Ὁμήρου ἀρξαμένοις ἔστιν , οἷον ἐκείνου Μαργίτης καὶ τὰ τοιαῦτα , ἐν οἷς καὶ τὸ ἁρμόττον ἰαμβεῖον ἦλθε μέτρον . Διὸ καὶ ἰαμβεῖον καλεῖται νῦν , ὅτι ἐν τῷ μέτρῳ τούτῳ ἰάμβιζον ἀλλήλους .
4.11 Καὶ ἐγένοντο τῶν παλαιῶν οἱ μὲν ἡρωϊκῶν οἱ δὲ ἰάμβων ποιηταί .
4.12 Ὥσπερ δὲ καὶ τὰ σπουδαῖα μάλιστα ποιητὴς Ὅμηρος ἦν ( μόνος γὰρ οὐχ ὅτι εὖ , ἀλλ ̓ ὅτι καὶ μιμήσεις δραματικὰς ἐποίησεν ) , οὕτω καὶ τὰ τῆς κωμῳδίας σχήματα πρῶτος ὑπέδειξεν , οὐ ψόγον ἀλλὰ τὸ γελοῖον δραματοποιήσας· γὰρ Μαργίτης ἀνάλογον ἔχει , ὥσπερ Ἰλιὰς καὶ Ὀδύσσεια πρὸς τὰς τραγῳδίας , οὕτω καὶ οὗτος πρὸς τὰς κωμῳδίας .
4.13 Παραφανείσης δὲ τῆς τραγῳδίας καὶ κωμῳδίας οἱ ἐφ ̓ ἑκατέραν τὴν ποίησιν ὁρμῶντες κατὰ τὴν οἰκείαν φύσιν , οἱ μὲν ἀντὶ τῶν ἰάμβων κωμῳδοποιοὶ ἐγένοντο , οἱ δὲ ἀντὶ τῶν ἐπῶν τραγῳδοδιδάσκαλοι , διὰ τὸ μείζω καὶ ἐντιμότερα τὰ σχήματα εἶναι ταῦτα ἐκείνων . Τὸ μὲν οὖν ἐπισκοπεῖν εἰ ἄρα ἔχει ἤδη τραγῳδία τοῖς εἴδεσιν ἱκανῶς οὔ , αὐτό τε καθ ̓ αὑτὸ κρινόμενον καὶ πρὸς τὰ θέατρα , ἄλλος λόγος .
4.14 Γενομένη δ ̓ οὖν ἀπ ̓ ἀρχῆς αὐτοσχεδιαστικὴ καὶ αὐτὴ καὶ κωμῳδία , καὶ μὲν ἀπὸ τῶν ἐξαρχόντων τὸν διθύραμβον , δὲ ἀπὸ τῶν τὰ φαλλικά , ἔτι καὶ νῦν ἐν πολλαῖς τῶν πόλεων διαμένει νομιζόμενα , κατὰ μικρὸν ηὐξήθη προαγόντων ὅσον ἐγίγνετο φανερὸν αὐτῆς ,
4.15 καὶ πολλὰς μεταβολὰς μεταβαλοῦσα τραγῳδία ἐπαύσατο , ἐπεὶ ἔσχε τὴν αὑτῆς φύσιν .