4.1 Ἐοίκασι δὲ γεννῆσαι μὲν ὅλως τὴν ποιητικὴν αἰτίαι δύο τινές , καὶ αὗται φυσικαί .
4.2 Τό τε γὰρ μιμεῖσθαι σύμφυτον τοῖς ἀνθρώποις ἐκ παίδων ἐστί , καὶ τούτῳ διαφέρουσι τῶν ἄλλων ζῴων ὅτι μιμητικώτατόν ἐστι καὶ τὰς μαθήσεις ποιεῖται διὰ μιμήσεως τὰς πρώτας , καὶ τὸ χαίρειν τοῖς μιμήμασι πάντας .
4.3 Σημεῖον δὲ τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἔργων· γὰρ αὐτὰ λυπηρῶς ὁρῶμεν , τούτων τὰς εἰκόνας τὰς μάλιστα ἠκριβωμένας χαίρομεν θεωροῦντες , οἷον θηρίων τε μορφὰς τῶν ἀτιμοτάτων καὶ νεκρῶν .
4.4 Αἴτιον δὲ καὶ τούτου , ὅτι μανθάνειν οὐ μόνον τοῖς φιλοσόφοις ἥδιστον ἀλλὰ καὶ τοῖς ἄλλοις ὁμοίως· ἀλλ ̓ ἐπὶ βραχὺ κοινωνοῦσιν αὐτοῦ .
4.5 Διὰ γὰρ τοῦτο χαίρουσι τὰς εἰκόνας ὁρῶντες , ὅτι συμβαίνει θεωροῦντας μανθάνειν καὶ συλλογίζεσθαι τί ἕκαστον , οἷον ὅτι οὗτος ἐκεῖνος , ἐπεὶ ἐὰν μὴ τύχῃ προεωρακώς ,
4.6 οὐ διὰ μίμημα ποιήσει τὴν ἡδονὴν ἀλλὰ διὰ τὴν ἀπεργασίαν τὴν χροιὰν διὰ τοιαύτην τινὰ ἄλλην αἰτίαν .
4.7 Κατὰ φύσιν δὲ ὄντος ἡμῖν τοῦ μιμεῖσθαι καὶ τῆς ἁρμονίας καὶ τοῦ ῥυθμοῦ ( τὰ γὰρ μέτρα ὅτι μόρια τῶν ῥυθμῶν ἐστί , φανερόν ) ἐξ ἀρχῆς οἱ πεφυκότες πρὸς αὐτὰ μάλιστα κατὰ μικρὸν προάγοντες ἐγέννησαν τὴν ποίησιν ἐκ τῶν αὐτοσχεδιασμάτων .
4.8 Διεσπάσθη δὲ κατὰ τὰ οἰκεῖα ἤθη ποιήσις· οἱ μὲν γὰρ σεμνότεροι τὰς καλὰς ἐμιμοῦντο πράξεις καὶ τὰς τῶν τοιούτων , οἱ δὲ εὐτελέστεροι τὰς τῶν φαύλων , πρῶτον ψόγους ποιοῦντες , ὥσπερ ἕτεροι ὕμνους καὶ ἐγκώμια .
4.9 Τῶν μὲν οὖν πρὸ Ὁμήρου οὐδενὸς ἔχομεν εἰπεῖν τοιοῦτον ποίημα , εἰκὸς δὲ εἶναι πολλούς·