6.8 Ἔστι δὲ τῆς μὲν πράξεως μῦθος μίμησις· λέγω γὰρ μῦθον τοῦτον τὴν σύνθεσιν τῶν πραγμάτων , τὰ δὲ ἤθη , καθ ̓ ποιούς τινας εἶναί φαμεν τοὺς πράττοντας , διάνοιαν δέ , ἐν ὅσοις λέγοντες ἀποδεικνύασί τι καὶ ἀποφαίνονται γνώμην .
6.9 Ἀνάγκη οὖν πάσης τραγῳδίας μέρη εἶναι ἕξ , καθ ̓ἃ ποιά τις ἐστὶν τραγῳδία· ταῦτα δ ̓ ἐστὶ μῦθος καὶ ἤθη καὶ λέξις καὶ διάνοια καὶ ὄψις καὶ μελοποιία .
6.10 Οἷς μὲν γὰρ μιμοῦνται , δύο μέρη ἐστίν , ὡς δὲ μιμοῦνται , ἕν , δὲ μιμοῦνται , τρία , καὶ παρὰ ταῦτα οὐδέν .
6.11 Τούτοις μὲν οὖν οὐκ ὀλίγοι αὐτῶν ὡς εἰπεῖν κέχρηνται τοῖς εἴδεσιν· καὶ γὰρ ὄψεις ἔχει πᾶν καὶ ἦθος καὶ μῦθον καὶ λέξιν καὶ μέλος καὶ διάνοιαν ὡσαύτως .
6.12 Μέγιστον δὲ τούτων ἐστὶν τῶν πραγμάτων σύστασις· γὰρ τραγῳδία μίμησίς ἐστιν οὐκ ἀνθρώπων ἀλλὰ πράξεως καὶ βίου καὶ εὐδαιμονίας καὶ κακοδαιμονίας· καὶ γὰρ εὐδαιμονία ἐν πράξει ἐστί , καὶ τὸ τέλος πρᾶξίς τις ἐστίν , οὐ ποιότης . Εἰσὶ δὲ κατὰ μὲν τὰ ἤθη ποιοί τινες , κατὰ δὲ τὰς πράξεις εὐδαίμονες τοὐναντίον .
6.13 Οὔκουν ὅπως τὰ ἤθη μιμήσωνται πράττουσιν , ἀλλὰ τὰ ἤθη συμπεριλαμβάνουσι διὰ τὰς πράξεις . Ὥστε τὰ πράγματα καὶ μῦθος τέλος τῆς τραγῳδίας· τὸ δὲ τέλος μέγιστον ἁπάντων .
6.14 Ἔτι ἄνευ μὲν πράξεως οὐκ ἂν γένοιτο τραγῳδία , ἄνευ δὲ ἠθῶν γένοιτ ̓ ἄν .