6.15 Αἱ γὰρ τῶν νέων τῶν πλείστων ἀήθεις τραγῳδίαι εἰσί , καὶ ὅλως ποιηταὶ πολλοὶ τοιοῦτοι , οἷον καὶ τῶν γραφέων Ζεῦξις πρὸς Πολύγνωτον πέπονθεν· μὲν γὰρ Πολύγνωτος ἀγαθὸς ἠθογράφος , δὲ Ζεύξιδος γραφὴ οὐδὲν ἔχει ἦθος .
6.16 Ἔτι ἐάν τις ἐφεξῆς θῇ ῥήσεις ἠθικὰς καὶ λέξεις καὶ διανοίας εὖ πεποιημένας , οὐ ποιήσει ἦν τῆς τραγῳδίας ἔργον , ἀλλὰ πολὺ μᾶλλον καταδεεστέροις τούτοις κεχρημένη τραγῳδία , ἔχουσα δὲ μῦθον καὶ σύστασιν πραγμάτων .
6.17 Πρὸς δὲ τούτοις τὰ μέγιστα οἷς ψυχαγωγεῖ τραγῳδία , τοῦ μύθου μέρη ἐστίν , αἵ τε περιπέτειαι καὶ ἀναγνωρίσεις .
6.18 Ἔτι σημεῖον ὅτι καὶ οἱ ἐγχειροῦντες ποιεῖν πρότερον δύνανται τῇ λέξει καὶ τοῖς ἤθεσιν ἀκριβοῦν τὰ πράγματα συνίστασθαι , οἷον καὶ οἱ πρῶτοι ποιηταὶ σχεδὸν ἅπαντες .
6.19 Ἀρχὴ μὲν οὖν καὶ οἷον ψυχὴ μῦθος τῆς τραγῳδίας , δεύτερον δὲ τὰ ἤθη .
6.20 Παραπλήσιον γάρ ἐστι καὶ ἐπὶ τῇς γραφικῆς· εἰ γάρ τις ἐναλείψειε τοῖς καλλίστοις φαρμάκοις χύδην , οὐκ ἂν ὁμοίως εὐφράνειεν καὶ λευκογραφήσας εἰκόνα .
6.21 Ἔστι τε μίμησις πράξεως , καὶ διὰ ταύτην μάλιστα τῶν πραττόντων . Τρίτον δὲ διάνοια .
6.22 Τοῦτο δ ̓ ἐστὶ τὸ λέγειν δύνασθαι τὰ ἐνόντα καὶ τὰ ἁρμόττοντα , ὅπερ ἐπὶ τῶν λόγων τῆς πολιτικῆς καὶ ῥητορικῆς ἔργον ἐστίν·
6.23 οἱ μὲν γὰρ ἀρχαῖοι πολιτικῶς ἐποίουν λέγοντας , οἱ δὲ νῦν ῥητορικῶς .
6.24 Ἔστι δὲ ἦθος μὲν τὸ τοιοῦτον δηλοῖ τὴν προαίρεσιν ὁποία τις· διόπερ οὐκ ἔχουσιν ἦθος τῶν λόγων ἐν οἷς μηδ ̓ ὅλως ἔστιν τι προαιρεῖται φεύγει λέγων .