11.9 Δύο μὲν οὖν τοῦ μύθου μέρη περὶ ταῦτ ̓ ἐστί , περιπέτεια καὶ ἀναγνώρισις , τρίτον δὲ πάθος . Τούτων δὲ περιπέτεια μὲν καὶ ἀναγνώρισις εἴρηται ,
11.10 πάθος δ ̓ ἐστὶ πρᾶξις φθαρτικὴ ὀδυνηρά , οἷον οἵ τε ἐν τῷ φανερῷ θάνατοι καὶ αἱ περιωδυνίαι καὶ τρώσεις καὶ ὅσα τοιαῦτα .