11.1 Ἔστι δὲ περιπέτεια μὲν ἡ εἰς τὸ ἐναντίον τῶν πραττομένων μεταβολή , καθάπερ εἴρηται· καὶ τοῦτο δέ , ὥσπερ λέγομεν , κατὰ τὸ εἰκὸς ἢ ἀναγκαῖον ,
11.2 ὥσπερ ἐν τῷ Οἰδίποδι ἐλθὼν ὡς εὐφρανῶν τὸν Οἰδίπουν καὶ ἀπαλλάξων τοῦ πρὸς τὴν μητέρα φόβου , δηλώσας ὃς ἦν , τοὐναντίον ἐποίησεν .
11.3 Καὶ ἐν τῷ Λυγκεῖ ὁ μὲν ἀγόμενος ὡς ἀποθανούμενος , ὁ δὲ Δαναὸς ἀκολουθῶν ὡς ἀποκτενῶν· τὸν μὲν συνέβη ἐκ τῶν πεπραγμένων ἀποθανεῖν , τὸν δὲ σωθῆναι .
11.4 Ἀναγνώρισις δ ̓ ἐστίν , ὥσπερ καὶ τοὔνομα σημαίνει , ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβολὴ ἢ εἰς φιλίαν ἢ ἔχθραν τῶν πρὸς εὐτυχίαν ἢ δυστυχίαν ὡρισμένων .
11.5 Καλλίστη δὲ ἀναγνώρισις , ὅταν ἅμα περιπέτειαι γίνωνται , οἷον ἔχει ἡ ἐν τῷ Οἰδίποδι .
11.6 Εἰσὶ μὲν οὗν καὶ ἄλλαι ἀναγνωρίσεις· καὶ γὰρ πρὸς ἄψυχα καὶ τὰ τυχόντα ἔστιν ὅτε , ὥσπερ εἴρηται , συμβαίνει , καὶ εἰ πέπραγέ τις ἢ μὴ πέπραγεν , ἔστιν ἀναγωρίσαι·
11.7 ἀλλ ̓ ἡ μάλιστα τοῦ μύθου καὶ ἡ μάλιστα τῆς πράξεως ἡ εἰρημένη ἐστίν . Ἡ γὰρ τοιαύτη ἀναγνώρισις καὶ περιπέτεια ἢ ἔλεον ἕξει ἢ φόβον , οἵων πράξεων ἡ τραγῳδία μίμησις ὑπόκειται . Ἔτι δὲ καὶ τὸ ἀτυχεῖν καὶ τὸ εὐτυχεῖν ἐπὶ τῶν τοιούτων συμβήσεται .
11.8 Ἐπεὶ δ ̓ ἡ ἀναγνώρισις τινῶν ἐστὶν ἀναγνώρισις , αἱ μὲν θατέρου πρὸς τὸν ἕτερον μόνον , ὅταν ᾖ δῆλος ἕτερος τίς ἐστιν , ὁτὲ δ ̓ ἀμφοτέρους δεῖ ἀναγνωρίσαι , οἷον ἡ μὲν Ἰφιγένεια τῷ Ὀρέστῃ ἀνεγνωρίσθη ἐκ τῆς πέμψεως τῆς ἐπιστολῆς , ἐκείνῳ δὲ πρὸς τὴν Ἰφιγένειαν ἄλλης ἔδει ἀναγνωρίσεως .