14.11 αὐτὸν δἐ εὑρίσκειν δεῖ , καὶ τοῖς παραδεδομένοις χρῆσθαι καλῶς . Τὸ δὲ καλῶς τί λέγομεν , εἴπωμεν σαφέστερον .
14.12 Ἔστι μὲν γὰρ οὕτω γίνεσθαι τὴν πρᾶξιν ὥσπερ οἱ παλαιοὶ ἐποίουν , εἰδότας καὶ γινώσκοντας , καθάπερ καὶ Εὐριπίδης ἐποίησεν ἀποκτείνουσαν τοὺς παῖδας τὴν Μήδειαν·
14.13 ἔστι δὲ πρᾶξαι μέν , ἀγνοοῦντας δὲ πρᾶξαι τὸ δεινόν , εἶθ ̓ ὕστερον ἀναγνωρίσαι τὴν φιλίαν , ὥσπερ Σοφοκλέους Οἰδίπους . Τοῦτο μὲν οὖν ἔξω τοῦ δράματος , ἐν δ ̓ αὐτῇ τῇ τραγῳδίᾳ , οἷος Ἀλκμαίων Ἀστυδάμαντος Τηλέγονος ἐν τῷ τραυματίᾳ Ὀδυσσεῖ .
14.14 Ἔτι δὲ τρίτον παρὰ ταῦτα τὸν μέλλοντα ποιεῖν τι τῶν ἀνηκέστων δι ̓ ἄγνοιαν ἀναγνωρίσαι πρὶν ποιῆσαι .
14.15 Καὶ παρὰ ταῦτα οὐκ ἔστιν ἄλλως· γὰρ πρᾶξαι ἀνάγκη μή , καὶ εἰδότας μὴ εἰδότας .
14.16 Τούτων δὲ τὸ μὲν γινώσκοντα μελλῆσαι καὶ μὴ πρᾶξαι χείριστον· τό τε γὰρ μιαρὸν ἔχει , καὶ οὐ τραγικόν· ἀπαθὲς γάρ . Διόπερ οὐδεὶς ποιεῖ ὁμοίως , εἰ μὴ ὀλιγάκις , οἷος ἐν Ἀντιγόνῃ τὸν Κρέοντα Αἵμων .
14.17 Τὸ δὲ πρᾶξαι δεύτερον .
14.18 Βέλτιον δὲ τὸ ἀγνοοῦντα μὲν πρᾶξαι , πράξαντα δὲ ἀναγνωρίσαι· τό τε γὰρ μιαρὸν οὐ πρόσεστι , καὶ ἀναγνώρισις ἐκπληκτικόν .
14.19 Κράτιστον δὲ τὸ τελευταῖον , λέγω δὲ οἷον ἐν τῷ Κρεσφόντῃ Μερόπη μέλλει τὸν υἱὸν ἀποκτείνειν , ἀποκτείνει δὲ οὒ ἀλλ ̓ ἀνεγνώρισεν , καὶ ἐν τῇ Ἰφιγενείᾳ ἀδελφὴ τὸν ἀδελφόν , καὶ ἐν τῇ Ἕλλῃ υἱὸς τὴν μητέρα ἐκδιδόναι μέλλων ἀνεγνώρισεν .