14.20 Διὰ γὰρ τοῦτο , ὅπερ πάλαι εἴρηται , οὐ περὶ πολλὰ γένη αἱ τραγῳδίαι εἰσίν . Ζητοῦντες γὰρ οὐκ ἀπὸ τέχνης ἀλλ ̓ ἀπὸ τύχης εὗρον τὸ τοιοῦτον παρασκευάζειν ἐν τοῖς μύθοις· ἀναγκάζονται οὖν ἐπὶ ταύτας τὰς οἰκίας ἀπαντᾶν , ὅσαις τὰ τοιαῦτα συμβέβηκε πάθη .
14.21 Περὶ μὲν οὖν τῆς τῶν πραγμάτων συστάσεως , καὶ ποίους τινὰς εἶναι δεῖ τοὺς μύθους , εἴρηται ἱκανῶς .