19.1 Περὶ μὲν οὖν τῶν ἄλλων ἤδη εἴρηται , λοιπὸν δὲ περὶ λέξεως διανοίας εἰπεῖν .
19.2 Τὰ μὲν οὖν περὶ τὴν διάνοιαν ἐν τοῖς περὶ ῥητορικῆς κείσθω· τοῦτο γὰρ ἴδιον μᾶλλον ἐκείνης τῆς μεθόδου .
19.3 Ἔστι δὲ κατὰ τὴν διάνοιαν ταῦτα , ὅσα ὑπὸ τοῦ λόγου δεῖ παρασκευασθῆναι .
19.4 Μέρη δὲ τούτων τό τε ἀποδεικνύναι καὶ τὸ λύειν καὶ τὸ πάθη παρασκευάζειν , οἷον ἔλεον φόβον ὀργὴν καὶ ὅσα τοιαῦτα , καὶ ἔτι μέγεθος καὶ μικρότητα .
19.5 Δῆλον δὲ ὅτι καὶ ἐν τοῖς πράγμασιν ἀπὸ τῶν αὐτῶν ἰδεῶν δεῖ χρῆσθαι , ὅταν ἐλεεινὰ δεινὰ μέγαλα εἰκότα δέῃ παρασκευάζειν .
19.6 Πλὴν τοσοῦτον διαφέρει , ὅτι τὰ μὲν δεῖ φαίνεσθαι ἄνευ διδασκαλίας , τὰ δὲ ἐν τῷ λόγῳ ὑπὸ τοῦ λέγοντος παρασκευάζεσθαι καὶ παρὰ τὸν λόγον γίγνεσθαι . Τί γὰρ ἂν εἴη τοῦ λέγοντος ἔργον , εἰ φανοῖτο ἡδέα καὶ μὴ διὰ τὸν λόγον ;
19.7 Τῶν δὲ περὶ τὴν λέξιν ἓν μέν ἐστιν εἶδος θεωρίας τὰ σχήματα τῆς λέξεως , ἐστιν εἰδέναι τῆς ὑποκριτικῆς καὶ τοῦ τὴν τοιαύτην ἔχοντος ἀρχιτεκτονικήν , οἷον τί ἐντολὴ καὶ τί εὐχὴ καὶ διήγησις καὶ ἀπειλὴ καὶ ἐρώτησις καὶ ἀπόκρισις , καὶ εἴ τι ἄλλο τοιοῦτον .
19.8 Παρὰ γὰρ τὴν τούτων γνῶσιν ἄγνοιαν οὐδὲν εἰς τὴν ποιητικὴν ἐπιτίμημα φέρεται , τι καὶ ἄξιον σπουδῆς . Τί γὰρ ἄν τις ὑπολάβοι ἡμαρτῆσθαι Πρωταγόρας ἐπιτιμᾷ , Ὅτι εὔχεσθαι οἰόμενος ἐπιτάττει εἰπὼν Μῆνιν ἄειδε θεά ; Τὸ γὰρ κελεῦσαι , φησί , ποιεῖν τι μὴ ἐπίταξίς ἐστιν .