18.13 Χρὴ δέ , ὅπερ εἴρηται πολλάκις , μεμνῆσθαι καὶ μὴ ποιεῖν ἐποποιικὸν σύστημα τραγῳδίαν . Ἐποποιικὸν δὲ λέγω τὸ πολύμυθον , οἷον εἴ τις τὸν τῆς Ἰλιάδος ὅλον ποιοῖ μῦθον .
18.14 Ἐκεῖ μὲν γὰρ διὰ τὸ μῆκος λαμβάνει τὰ μέρη τὸ πρέπον μέγεθος , ἐν δὲ τοῖς δράμασι πολὺ παρὰ τὴν ὑπόληψιν ἀποβαίνει .
18.15 Σημεῖον δέ , ὅσοι πέρσιν Ἰλίου ὅλην ἐποίησαν καὶ μὴ κατὰ μέρος , ὥσπερ Εὐριπίδης Νιόβην , καὶ μὴ ὥσπερ Αἰσχύλος , ἐκπίπτουσιν κακῶς ἀγωνίζονται , ἐπεὶ καὶ Ἀγάθων ἐξέπεσεν ἐν τούτῳ μόνῳ .
18.16 Ἐν δὲ ταῖς περιπετείαις καὶ ἐν τοῖς ἁπλοῖς πράγμασι στοχάζονται ὧν βούλονται θαυμαστῶς· τραγικὸν γὰρ τοῦτο καὶ φιλάνθρωπον .
18.17 Ἔστι δὲ τοῦτο , ὅταν σοφὸς μὲν μετὰ πονηρίας δὲ ἐξαπατηθῇ , ὥσπερ Σίσυφος , καὶ ἀνδρεῖος μὲν ἄδικος δὲ ἡττηθῇ .
18.18 Ἔστι δὲ τοῦτο εἰκός , ὥσπερ Ἀγάθων λέγει· εἰκὸς γὰρ γίνεσθαι πολλὰ καὶ παρὰ τὸ εἰκός .
18.19 Καὶ τὸν χορὸν δὲ ἕνα δεῖ ὑπολαβεῖν τῶν ὑποκριτῶν , καὶ μόριον εἶναι τοῦ ὅλου , καὶ συναγωνίζεσθαι μὴ ὥσπερ παρ ̓ Εὐριπίδῃ ἀλλ ̓ ὥσπερ παρὰ Σοφοκλεῖ .
18.20 Τοῖς δὲ λοιποῖς τὰ διδόμενα μᾶλλον τοῦ μύθου ἄλλης τραγῳδίας ἐστίν· διὸ ἐμβόλιμα ᾄδουσιν , πρώτου ἄρξαντος Ἀγάθωνος τοῦ τοιούτου . Καίτοι τί διαφέρει ἐμβόλιμα ᾄδειν ῥῆσιν ἐξ ἄλλου εἰς ἄλλο ἁρμόττειν ἐπεισόδιον ὅλον ;