20.10 Πτῶσις δ ̓ ἐστὶν ὀνόματος ἢ ῥήματος ἡ μὲν τὸ κατὰ τούτου ἢ τούτῳ σημαίνουσα καὶ ὅσα τοιαῦτα , ἡ δὲ τὸ κατὰ τὸ ἑνὶ ἢ πολλοῖς , οἷον ἄνθρωποι ἢ ἄνθρωπος , ἡ δὲ κατὰ τὰ ὑποκριτικά , οἷον κατ ̓ ἐρώτησιν ἢ ἐπίταξιν· τὸ γὰρ ἐβάδισεν ἢ βάδιζε πτῶσις ῥήματος κατὰ ταῦτα τὰ εἴδη ἐστίν .
20.11 Λόγος δὲ φωνὴ συνθετὴ σημαντική , ἧς ἔνια μέρη καθ ̓ αὑτὰ σημαίνει τι·
20.12 οὐ γὰρ ἅπας λόγος ἐκ ῥημάτων καὶ ὀνομάτων σύγκειται , οἷον ὁ τοῦ ἀνθρώπου ὁρισμός , ἀλλ ̓ ἐνδέχεται ἄνευ ῥημάτων εἶναι λόγον . Μέρος μέντοι ἀεί τι σημαῖνον ἕξει , οἷον ἐν τῷ βαδίζει Κλέων ὁ Κλέων .
20.13 Εἷς δ ̓ ἐστὶ λόγος διχῶς· ἢ γὰρ ὁ ἓν σημαίνων , ἢ ὁ ἐκ πλειόνων συνδέσμων , οἷον ἡ Ἰλιὰς μὲν συνδέσμῳ εἷς , ὁ δὲ τοῦ ἀνθρώπου τῷ ἓν σημαίνειν .