21.1 Ὀνόματος δὲ εἴδη τὸ μὲν ἁπλοῦν ( ἁπλοῦν δὲ λέγω ὃ μὴ ἐκ σημαινόντων σύγκειται , οἷον γῆ ) τὸ δὲ διπλοῦν·
21.2 τούτου δὲ τὸ μὲν ἐκ σημαίνοντος καὶ ἀσήμου , τὸ δὲ ἐκ σημαινόντων σύγκειται .
21.3 Εἴη δ ̓ ἂν καὶ τριπλοῦν καὶ τετραπλοῦν καὶ πολλαπλοῦν ὄνομα , οἷον τὰ πολλὰ τῶν Μεγαλιωτῶν Ἑρμοκαϊκόξανθος .
21.4 Ἅπαν δὲ ὄνομά ἐστιν ἢ κύριον ἢ γλῶττα ἢ μεταφορὰ ἢ κόσμος ἢ πεποιημένον ἢ ἐπεκτεταμένον ἢ ὑφῃρημένον ἢ ἐξηλλαγμένον .
21.5 Λέγω δὲ κύριον μὲν ᾧ χρῶνται ἕκαστοι ,
21.6 γλῶτταν δὲ ᾧ ἕτεροι , ὥστε φανερὸν ὅτι καὶ γλῶτταν καὶ κύριον εἶναι δυνατὸν τὸ αὐτό , μὴ τοῖς αὐτοῖς δέ· τὸ γὰρ σίγυνον Κυπρίοις μὲν κύριον , ἡμῖν δὲ γλῶττα .
21.7 Μεταφορὰ δ ̓ ἐστὶν ὀνόματος ἀλλοτρίου ἐπιφορὰ ἢ ἀπὸ τοῦ γένους ἐπὶ εἶδος , ἢ ἀπὸ τοῦ εἴδους ἐπὶ γένος , ἢ ἀπὸ τοῦ εἴδους ἐπὶ εἶδος , ἢ κατὰ τὸ ἀνάλογον .
21.8 Λέγω δὲ ἀπὸ γένους μὲν ἐπὶ εἶδος , οἷον Νηῦς δέ μοι ἥδ ̓ ἕστηκε·
21.9 τὸ γὰρ ὁρμεῖν ἐστὶν ἑστάναι τι . Ἀπ ̓ εἴδους δὲ ἐπὶ γένος· Ἦ δὴ μυρί ̓ Ὀδυσσεὺς ἐσθλὰ ἔοργεν· τὸ γὰρ μυρίον πολύ ἐστιν , ᾧ νῦν ἀντὶ τοῦ πολλοῦ κέχρηται .
21.10 Ἀπ ̓ εἴδους δὲ ἐπὶ εἶδος , οἷον χαλκῷ ἀπὸ ψυχὴν ἀρύσας καὶ " τεμὼν ἀτειρέϊ χαλκῷ· " ἐνταῦθα γὰρ τὸ μὲν ἀρύσαι ταμεῖν , τὸ δὲ ταμεῖν ἀρύσαι εἴρηκεν· ἄμφω γὰρ ἀφελεῖν τι ἐστίν .