21.11 Τὸ δὲ ἀνάλογον λέγω , ὅταν ὁμοίως ἔχῃ τὸ δεύτερον πρὸς τὸ πρῶτον καὶ τὸ τέταρτον πρὸς τὸ τρίτον· ἐρεῖ γὰρ ἀντὶ τοῦ δευτέρου τὸ τέταρτον ἀντὶ τοῦ τετάρτου τὸ δεύτερον .
21.12 Καὶ ἐνίοτε προστιθέασιν ἀνθ ̓ οὗ λέγει πρὸς ἐστιν . Λέγω δὲ οἷον ὁμοίως ἔχει φιάλη πρὸς Διόνυσον καὶ ἀσπὶς πρὸς Ἄρην· ἐρεῖ τοίνυν τὴν φιάλην ἀσπίδα Διονύσου καὶ τὴν ἀσπίδα φιάλην Ἄρεως .
21.13 γῆρας πρὸς βίον , καὶ ἑσπέρα πρὸς ἡμέραν· ἐρεῖ τοίνυν τὴν ἑσπέραν γῆρας ἡμέρας καὶ τὸ γῆρας ἑσπέραν βίου ὥσπερ Ἐμπεδοκλῆς δυσμὰς βίου .
21.14 Ἐνίοις δ ̓ οὐκ ἔστιν ὄνομα κείμενον τὸ ἀνάλογον , ἀλλ ̓ οὐδὲν ἧττον ὁμοίως λεχθήσεται· οἷον τὸ τὸν καρπὸν μὲν ἀφιέναι σπείρειν , τὸ δὲ τὴν φλόγα ἀπὸ τοῦ ἡλίου ἀνώνυμον· ἀλλ ̓ ὁμοίως ἔχει τοῦτο πρὸς τὸν ἥλιον καὶ τὸ σπείρειν πρὸς τὸν καρπόν , διὸ εἴρηται σπείρων θεοκτίσταν φλόγα .
21.15 Ἔστι δὲ τῷ τρόπῳ τούτῳ τῆς μεταφορᾶς χρῆσθαι καὶ ἄλλως , προσαγορεύσαντα τὸ ἀλλότριον ἀποφῆσαι τῶν οἰκείων τι ,
21.16 οἷον εἰ τὴν ἀσπίδα εἴποι φιάλην μὴ Ἄρεως ἀλλ ̓ οἴνου .
21.17 Πεποιημένον δ ̓ ἐστὶν ὅλως μὴ καλούμενον ὑπό τινων αὐτὸς τίθεται ποιητής· δοκεῖ γὰρ ἔνια εἶναι τοιαῦτα , οἷον τὰ κέρατα ἐρνύγας καὶ τὸν ἱερέα ἀρητῆρα .
21.18 Ἐπεκτεταμένον δ ̓ ἐστὶν ἀφῃρημένον τὸ μέν , ἐὰν φωνήεντι μακροτέρῳ κεχρημένον τοῦ οἰκείου συλλαβῇ ἐμβεβλημένῃ , τὸ δ ̓ ἐὰν ἀφῃρημένον τι αὐτοῦ ,