22.1 Λέξεως δὲ ἀρετὴ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι .
22.2 Σαφεστάτη μὲν οὖν ἐστὶν ἡ ἐκ τῶν κυρίων ὀνομάτων , ἀλλὰ ταπεινή· παράδειγμα δὲ ἡ Κλεοφῶντος ποίησις καὶ ἡ Σθενέλου .
22.3 Σεμνὴ δὲ καὶ ἐξαλλάττουσα τὸ ἰδιωτικὸν ἡ τοῖς ξενικοῖς κεχρημένη . Ξενικὸν δὲ λέγω γλῶτταν καὶ μεταφορὰν καὶ ἐπέκτασιν καὶ πᾶν τὸ παρὰ τὸ κύριον .
22.4 Ἀλλ ̓ ἄν τις ἅπαντα τοιαῦτα ποιήσῃ , ἢ αἴνιγμα ἔσται ἢ βαρβαρισμός . Ἂν μὲν οὖν ἐκ μεταφορῶν , αἴνιγμα , ἐὰν δὲ ἐκ γλωττῶν , βαρβαρισμός .
22.5 Αἰνίγματος γὰρ ἰδέα αὕτη ἐστί , τὸ λέγοντα ὑπάρχοντα ἀδύνατα συνάψαι . Κατὰ μὲν οὖν τὴν τῶν ὀνόματων σύνθεσιν οὐχ οἷόν τε τοῦτο ποιῆσαι , κατὰ δὲ τὴν μεταφορὰν ἐνδέχεται , οἷον Ἄνδρ ̓ εἶδον πυρὶ χαλκὸν ἐπ ̓ ἀνέρι κολλήσαντα , καὶ τὰ τοιαῦτα .
22.6 Ἐκ δὲ τῶν γλωττῶν ὁ βαρβαρισμός .
22.7 Δεῖ ἄρα κεκρᾶσθαί πως τούτοις· τὸ μὲν γὰρ μὴ ἰδιωτικὸν ποιήσει μηδὲ ταπεινὸν ἡ γλῶττα καὶ ἡ μεταφορὰ καὶ ὁ κόσμος καὶ τἆλλα τὰ εἰρημένα εἴδη , τὸ δὲ κύριον τὴν σαφήνειαν .
22.8 Οὐκ ἐλάχιστον δὲ μέρος συμβάλλονται εἰς τὸ σαφὲς τῆς λέξεως καὶ μὴ ἰδιωτικὸν αἱ ἐπεκτάσεις καὶ ἀποκοπαὶ καὶ ἐξαλλαγαὶ τῶν ὀνομάτων· διὰ μὲν γὰρ τὸ ἄλλως ἔχειν ἢ ὡς τὸ κύριον παρὰ τὸ εἰωθὸς γιγνόμενον τὸ μὴ ἰδιωτικὸν ποιήσει , διὰ δὲ τὸ κοινωνεῖν τοῦ εἰωθότος τὸ σαφὲς ἔσται .