22.9 Ὥστε οὐκ ὀρθῶς ψέγουσιν οἱ ἐπιτιμῶντες τῷ τοιούτῳ τρόπῳ τῆς διαλέκτου καὶ διακωμῳδοῦντες τὸν ποιητήν , οἷον Εὐκλείδης ἀρχαῖος , ὡς ῥᾴδιον ποιεῖν , εἴ τις δώσει ἐκτείνειν ἐφ ̓ ὁπόσον βούλεται , ἰαμβοποιήσας ἐν αὐτῇ τῇ λέξει· ἠτίχαριν εἶδον Μαραθῶνάδε βαδίζοντα , καὶ οὐκ ἂν γεράμενος τὸν ἐκείνου ἐλλέβορον .
22.10 Τὸ μὲν οὖν φαίνεσθαί πως χρώμενον τούτῳ τῷ τρόπῳ γελοῖον , τὸ δὲ μέτρον κοινὸν ἁπάντων ἐστὶ τῶν μερῶν·
22.11 καὶ γὰρ μεταφοραῖς καὶ γλώτταις καὶ τοῖς ἄλλοις εἴδεσι χρώμενος ἀπρεπῶς καὶ ἐπίτηδες ἐπὶ τὰ γελοῖα τὸ αὐτὸ ἂν ἀπεργάσαιτο .
22.12 Τὸ δὲ ἁρμόττον ὅσον διαφέρει , ἐπὶ τῶν ἐπῶν θεωρείσθω , ἐντιθεμένων τῶν ὀνομάτων εἰς τὸ μέτρον .
22.13 Καὶ ἐπὶ τῆς γλώττης δὲ καὶ ἐπὶ τῶν μεταφορῶν καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν μετατιθεὶς ἄν τις τὰ κύρια ὀνόματα κατίδοι ὅτι ἀληθῆ λέγομεν· οἷον τὸ αὐτὸ ποιήσαντος ἰαμβεῖον Αἰσχύλου καὶ Εὐριπίδου , ἓν δὲ μόνον ὄνομα μεταθέντος , ἀντὶ κυρίου εἰωθότος γλῶτταν , τὸ μὲν φαίνεται καλὸν τὸ δ ̓ εὐτελές . Αἰσχύλος μὲν γὰρ ἐν τῷ Φιλοκτήτῃ ἐποίησε φαγέδαινα μου σάρκας ἐσθίει ποδός , δὲ ἀντὶ τοῦ ἐσθίει τὸ θοινᾶται μετέθηκεν . Καὶ νῦν δέ μ ̓ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς , εἴ τις λέγοι τὰ κύρια μετατιθείς νῦν δέ μ ̓ ἐὼν μικρός τε καὶ ἀσθενικὸς καὶ ἀειδής . Καὶ δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν . Δίφρον μοχθηρὸν καταθεὶς μικράν τε τράπεζαν . Καὶ τὸ " ἠϊόνες βοόωσιν " ἠϊόνες κράζουσιν .