24.8 Τὸ δὲ μέτρον τὸ ἡρωϊκὸν ἀπὸ τῆς πείρας ἥρμοκεν . Εἰ γάρ τις ἐν ἄλλῳ τινὶ μέτρῳ διηγηματικὴν μίμησιν ποιοῖτο ἐν πολλοῖς , ἀπρεπὲς ἂν φαίνοιτο·
24.9 τὸ γὰρ ἡρωϊκὸν στασιμώτατον καὶ ὀγκωδέστατον τῶν μέτρων ἐστίν , διὸ καὶ γλώττας καὶ μεταφορὰς δέχεται μάλιστα· περιττὴ γὰρ καὶ διηγηματικὴ μίμησις τῶν ἄλλων .
24.10 Τὸ δὲ ἰαμβικὸν καὶ τετράμετρον κινητικά , τὸ μὲν ὀρχηστικόν , τὸ δὲ πρακτικόν .
24.11 Ἔτι δὲ ἀτοπώτερον εἰ μιγνύοι τις αὐτά , ὥσπερ Χαιρήμων .
24.12 Διὸ οὐδεὶς μακρὰν σύστασιν ἐν ἄλλῳ πεποίηκεν τῷ ἡρῴῳ , ἀλλ ̓ ὥσπερ εἴπομεν , αὐτὴ φύσις διδάσκει τὸ ἁρμόττον αὐτῇ διαιρεῖσθαι .
24.13 Ὅμηρος δὲ ἄλλα τε πολλὰ ἄξιος ἐπαινεῖσθαι , καὶ δὴ καὶ ὅτι μόνος τῶν ποιητῶν οὐκ ἀγνοεῖ δεῖ ποιεῖν αὐτόν .
24.14 Αὐτὸν γὰρ δεῖ τὸν ποιητὴν ἐλάχιστα λέγειν· οὐ γάρ ἐστι κατὰ ταῦτα μιμητής . Οἱ μὲν οὖν ἄλλοι αὐτοὶ μὲν δι ̓ ὅλου ἀγωνίζονται , μιμοῦνται δὲ ὀλίγα καὶ ὀλιγάκις· δὲ ὀλίγα φροιμιασάμενος εὐθὺς εἰσάγει ἄνδρα γυναῖκα ἄλλο τι ἦθος , καὶ οὐδὲν ἄηθες , ἀλλ ̓ ἔχοντα ἤθη .
24.15 Δεῖ μὲν οὖν ἐν ταῖς τραγῳδίαις ποιεῖν τὸ θαυμαστόν , μᾶλλον δ ̓ ἐνδέχεται ἐν τῇ ἐποποιίᾳ τὸ ἄλογον . Διὸ συμβαίνει μάλιστα τὸ θαυμαστόν , διὰ τὸ μὴ ὁρᾶν εἰς τὸν πράττοντα ,
24.16 ἐπεὶ τὰ περὶ τὴν Ἕκτορος δίωξιν ἐπὶ σκηνῆς ὄντα γελοῖα ἂν φανείη , οἱ μὲν ἑστῶτες καὶ οὐ διώκοντες , δὲ ἀνανεύων· ἐν δὲ τοῖς ἔπεσι λανθάνει .