24.17 Τὸ δὲ θαυμαστὸν ἡδύ· σημεῖον δέ , πάντες γὰρ προστιθέντες ἀπαγγέλλουσιν ὡς χαριζόμενοι .
24.18 Δεδίδαχε δὲ μάλιστα Ὅμηρος καὶ τοὺς ἄλλους ψευδῆ λέγειν ὡς δεῖ . Ἔστι δὲ τοῦτο παραλογισμός . Οἴονται γὰρ ἄνθρωποι , ὅταν τουδὶ ὄντος τοδὶ γινομένου γίνηται , εἰ τὸ ὕστερόν ἐστι , καὶ τὸ πρότερον εἶναι γίνεσθαι· τοῦτο δ ̓ ἐστὶ ψεῦδος . Διὸ δή , ἂν τὸ πρῶτον ψεῦδος , ἄλλου δὲ τούτου ὄντος , ἀνάγκη εἶναι γενέσθαι προσθεῖναι· διὰ γὰρ τὸ τοῦτο εἰδέναι ἀληθὲς ὄν , παραλογίζεται ἡμῶν ψυχὴ καὶ τὸ πρῶτον ὡς ὄν . Παράδειγμα δὲ τούτου ἐκ τῶν Νίπτρων .
24.19 Προαιρεῖσθαί τε δεῖ ἀδύνατα εἰκότα μᾶλλον δυνατὰ ἀπίθανα·
24.20 τούς τε λόγους μὴ συνίστασθαι ἐκ μερῶν ἀλόγων , ἀλλὰ μάλιστα μὲν μηδὲν ἔχειν ἄλογον , εἰ δὲ μή , ἔξω τοῦ μυθεύματος , ὥσπερ Οἰδίπους τὸ μὴ εἰδέναι πῶς Λάϊος ἀπέθανεν , ἀλλὰ μὴ ἐν τῷ δράματι , ὥσπερ ἐν Ἠλέκτρᾳ οἱ τὰ Πύθια ἀπαγγέλλοντες , ἐν Μυσοῖς ἄφωνος ἐκ Τεγέας εἰς τὴν Μυσίαν ἥκων .
24.21 Ὥστε τὸ λέγειν ὅτι ἀνῄρητο ἂν μῦθος γελοῖον· ἐξ ἀρχῆς γὰρ οὐ δεῖ συνίστασθαι τοιούτους· ἂν δὲ θῇ , καὶ φαίνηται εὐλογώτερον , ἀποδέχεσθαι καὶ ἄτοπον ,
24.22 ἐπεὶ καὶ τὰ ἐν Ὀδυσσείᾳ ἄλογα τὰ περὶ τὴν ἔκθεσιν , ὡς οὐκ ἂν ἦν ἀνεκτά , δῆλον ἂν γένοιτο , εἰ αὐτὰ φαῦλος ποιητὴς ποιήσειεν· νῦν δὲ τοῖς ἄλλοις ἀγαθοῖς ποιητὴς ἀφανίζει ἡδύνων τὸ ἄτοπον .