25.9 Εἰ μέντοι τὸ τέλος μᾶλλον ἧττον ἐνεδέχετο ὑπάρχειν καὶ κατὰ τὴν περὶ τούτων τέχνην , ἡμάρτηται οὐκ ὀρθῶς· δεῖ γάρ , εἰ ἐνδέχεται , ὅλως μηδαμῇ ἡμαρτῆσθαι .
25.10 Ἔτι ποτέρων ἐστὶ τὸ ἁμάρτημα , τῶν κατὰ τὴν τέχνην κατ ̓ ἄλλο συμβεβηκός ; Ἔλαττον γάρ , εἰ μὴ ᾔδει ὅτι ἔλαφος θήλεια κέρατα οὐκ ἔχει , εἰ κακομιμήτως ἔγραψεν .
25.11 Πρὸς δὲ τούτοις ἐὰν ἐπιτιμᾶται ὅτι οὐκ ἀληθῆ , ἀλλ ̓ οἷα δεῖ , οἷον καὶ Σοφοκλῆς ἔφη αὐτὸς μὲν οἵους δεῖ ποιεῖν , Εὐριπίδην δὲ οἷοι εἰσί , ταύτῃ λυτέον .
25.12 Εἰ δὲ μηδετέρως , ὅτι οὕτω φασίν , οἷον τὰ περὶ θεῶν .
25.13 Ἴσως γὰρ οὔτε βέλτιον οὕτω λέγειν οὔτ ̓ ἀληθῆ , ἀλλ ̓ ἔτυχεν ὥσπερ Ξενοφάνης· ἀλλ ̓ οὔ φασι τάδε .
25.14 Ἴσως δὲ οὐ βέλτιον μέν , ἀλλ ̓ οὕτως εἶχεν , οἷον τὰ περὶ τῶν ὅπλων , ἔγχεα δέ σφιν ὄρθ ̓ ἐπὶ σαυρωτῆρος· οὕτω γὰρ τότ ̓ ἐνόμιζον , ὥσπερ καὶ νῦν Ἰλλυριοί .
25.15 Περὶ δὲ τοῦ καλῶς μὴ καλῶς εἴρηταί τινι πέπρακται , οὐ μόνον σκεπτέον εἰς αὐτὸ τὸ πεπραγμένον εἰρημένον βλέποντα , εἰ σπουδαῖον φαῦλον , ἀλλὰ καὶ εἰς τὸν πράττοντα λέγοντα πρὸς ὃν ὅτε ὅτῳ οὗ ἕνεκεν , οἷον μείζονος ἀγαθοῦ , ἵνα γένηται , μείζονος κακοῦ , ἵνα ἀπογένηται .