25.16 Τὰ δὲ πρὸς τὴν λέξιν ὁρῶντα δεῖ διαλύειν , οἷον γλώττῃ οὐρῆας μὲν πρῶτον· ἴσως γὰρ οὐ τοὺς ἡμιόνους λέγει ἀλλὰ τοὺς φύλακας . Καὶ τὸν Δόλωνα ὃς δή τοι εἶδος μὲν ἔην κακός , οὐ τὸ σῶμα ἀσύμμετρον , ἀλλὰ τὸ πρόσωπον αἰσχρόν· τὸ γὰρ εὐειδὲς οἱ Κρῆτες εὐπρόσωπον καλοῦσιν . Καὶ τὸ ζωρότερον δὲ κέραιε οὐ τὸ ἄκρατον ὡς οἰνόφλυξιν , ἀλλὰ τὸ θᾶττον .
25.17 Τὸ δὲ κατὰ μεταφορὰν εἴρηται , οἷον Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες εὗδον παννύχιοι· ἅμα δέ φησιν ἤτοι ὅτ ̓ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειεν , αὐλῶν συρίγγων θ ̓ ὁμαδόν . Τὸ γὰρ πάντες ἀντὶ τοῦ πολλοὶ κατὰ μεταφορὰν εἴρηται· τὸ γὰρ πᾶν πολύ τι . Καὶ τὸ οἴη δ ̓ ἄμμορος κατὰ μεταφοράν· τὸ γὰρ γνωριμώτατον μόνον .
25.18 Κατὰ δὲ προσῳδίαν , ὥσπερ Ἱππίας ἔλυεν Θάσιος τὸ δίδομεν δέ οἱ καὶ τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ .
25.19 Τὰ δὲ διαιρέσει , οἷον Ἐμπεδοκλῆς Αἶψα δὲ θνήτ ̓ ἐφύοντο , τὰ πρὶν μάθον ἀθάνατα . . . . ζῷά τε πρὶν κέκριτο .
25.20 Τὰ δὲ ἀμφιβολίᾳ , παρῴχηκεν δὲ πλέων νύξ· τὸ γὰρ πλέων ἀμφίβολόν ἐστιν .
25.21 Τὰ δὲ κατὰ τὸ ἔθος τῆς λέξεως , οἷον τὸν κεκραμένον οἶνόν φασιν εἶναι , ὅθεν πεποίηται κνημὶς νεοτεύκτου κασσιτέροιο , καὶ χαλκέας τοὺς τὸν σίδηρον ἐργαζομένους , ὅθεν εἴρηται Γανυμήδης Διὶ οἰνοχοεύειν , οὐ πινόντων οἶνον . Εἴη δ ̓ ἂν τοῦτό γε κατὰ μεταφοράν .