Prologue.0.0 Ἀρριανὸς Λουκίῳ Γελλίῳ χαίρειν .
Prologue.0.1 οὔτε συνέγραψα ἐγὼ τοὺς Ἐπικτήτου λόγους οὕτως ὅπως ἄν τις συγγράψειε τὰ τοιαῦτα οὔτε ἐξήνεγκα εἰς ἀνθρώπους αὐτός , ὅς γε οὐδὲ συγγράψαι φημί .
Prologue.0.2 ὅσα δὲ ἤκουον αὐτοῦ λέγοντος , ταῦτα αὐτὰ ἐπειράθην αὐτοῖς ὀνόμασιν ὡς οἷόν τε ἦν γραψάμενος ὑπομνήματα εἰς ὕστερον ἐμαυτῷ διαφυλάξαι τῆς ἐκείνου διανοίας καὶ παρρησίας .
Prologue.0.3 ἔστι δὴ τοιαῦτα ὥσπερ εἰκὸς ὁποῖα ἄν τις αὐτόθεν ὁρμηθεὶς εἴποι πρὸς ἕτερον , οὐχ ὁποῖα ἂν ἐπὶ τῷ ὕστερον ἐντυγχάνειν τινὰς αὐτοῖς συγγράφοι .
Prologue.0.4 τοιαῦτα δʹ ὄντα οὐκ οἶδα ὅπως οὔτε ἑκόντος ἐμοῦ οὔτε εἰδότος ἐξέπεσεν εἰς ἀνθρώπους .
Prologue.0.5 ἀλλʹ ἐμοί γε οὐ πολὺς λόγος , εἰ οὐχ ἱκανὸς φανοῦμαι συγγράφειν , Ἐπικτήτῳ τε οὐδʹ ὀλίγος , εἰ καταφρονήσει τις αὐτοῦ τῶν λόγων , ἐπεὶ καὶ λέγων αὐτοὺς οὐδενὸς ἄλλου δῆλος ἦν ἐφιέμενος ὅτι μὴ κινῆσαι τὰς γνώμας τῶν ἀκουόντων πρὸς τὰ βέλτιστα . εἰ μὲν δὴ τοῦτό γε αὐτὸ διαπράττοιντο οἱ λόγοι οὗτοι ,
Prologue.0.6 ἔχοιεν ἂν οἶμαι ὅπερ χρὴ ἔχειν τοὺς τῶν φιλοσόφων λόγους ·
Prologue.0.7 εἰ δὲ μή , ἀλλʹ ἐκεῖνο ἴστωσαν οἱ ἐντυγχάνοντες ὅτι , αὐτὸς ὁπότε ἔλεγεν αὐτούς , ἀνάγκη ἦν τοῦτο πάσχειν τὸν ἀκροώμενον αὐτῶν ὅπερ ἐκεῖνος αὐτὸν παθεῖν ἠβούλετο .
Prologue.0.8 εἰ δʹ οἱ λόγοι αὐτοὶ ἐφʹ αὑτῶν τοῦτο οὐ διαπράττονται , τυχὸν μὲν ἐγὼ αἴτιος , τυχὸν δὲ καὶ ἀνάγκη οὕτως ἔχειν . ἔρρωσο .
1.1.head περὶ τῶν ἐφʹ ἡμῖν καὶ οὐκ ἐφʹ ἡμῖν .
1.1.1 τῶν ἄλλων δυνάμεων οὐδεμίαν εὑρήσετε αὐτὴν αὑτῆς θεωρητικήν , οὐ τοίνυν οὐδὲ δοκιμαστικὴν ἀποδοκιμαστικήν .