1.9.head πῶς ἀπὸ τοῦ συγγενεῖς ἡμᾶς εἶναι τῷ θεῷ ἐπέλθοι ἄν τις ἐπὶ τὰ ἑξῆς .
1.9.1 εἰ ταῦτά ἐστιν ἀληθῆ τὰ περὶ τῆς συγγενείας τοῦ θεοῦ καὶ ἀνθρώπων λεγόμενα ὑπὸ τῶν φιλοσόφων , τί ἄλλο ἀπολείπεται τοῖς ἀνθρώποις τὸ τοῦ Σωκράτους , μηδέποτε πρὸς τὸν πυθόμενον ποδαπός ἐστιν εἰπεῖν ὅτι Ἀθηναῖος Κορίνθιος , ἀλλʹ ὅτι κόσμιος ;
1.9.2 διὰ τί γὰρ λέγεις Ἀθηναῖον εἶναι σεαυτόν , οὐχὶ δʹ ἐξ ἐκείνης μόνον τῆς γωνίας , εἰς ἣν ἐρρίφη γεννηθέν σου τὸ σωμάτιον ;
1.9.3 δῆλον ὅτι ἀπὸ τοῦ κυριωτέρου καὶ περιέχοντος οὐ μόνον αὐτὴν ἐκείνην τὴν γωνίαν , ἀλλὰ καὶ ὅλην σου τὴν οἰκίαν καὶ ἁπλῶς ὅθεν σου τὸ γένος τῶν προγόνων εἰς σὲ κατελήλυθεν ἐντεῦθέν ποθεν καλεῖς σεαυτὸν Ἀθηναῖον καὶ Κορίνθιον ;
1.9.4 τοίνυν τῇ διοικήσει τοῦ κόσμου παρηκολουθηκὼς καὶ μεμαθηκώς , ὅτι τὸ μέγιστον καὶ κυριώτατον καὶ περιεκτικώτατον πάντων τοῦτό ἐστι τὸ σύστημα τὸ ἐξ ἀνθρώπων καὶ θεοῦ , ἀπʹ ἐκείνου δὲ τὰ σπέρματα καταπέπτωκεν οὐκ εἰς τὸν πατέρα τὸν ἐμὸν μόνον οὐδʹ εἰς τὸν πάππον , ἀλλʹ εἰς ἅπαντα μὲν τὰ ἐπὶ γῆς γεννώμενά τε καὶ φυόμενα , προηγουμένως δʹ εἰς τὰ λογικά ,
1.9.5 ὅτι κοινωνεῖν μόνον ταῦτα πέφυκεν τῷ θεῷ τῆς συναναστροφῆς κατὰ τὸν λόγον ἐπι
1.9.6 πεπλεγμένα , διὰ τί μὴ εἴπῃ τις αὑτὸν κόσμιον ; διὰ τί μὴ υἱὸν τοῦ θεοῦ ; διὰ τί δὲ φοβηθήσεταί τι τῶν γιγνομένων ἐν ἀνθρώποις ;