1.9.12 καὶ τοῦτον ἔδει τὸν ἀγῶνα ἀγωνίζεσθαι τὸν διδάσκαλον ὑμῶν καὶ παιδευτήν , εἴ τις ἄρα ἦν · ὑμᾶς μὲν ἔρχεσθαι λέγοντας Ἐπίκτητε , οὐκέτι ἀνεχόμεθα μετὰ τοῦ σωματίου τούτου δεδεμένοι καὶ τοῦτο τρέφοντες καὶ ποτίζοντες καὶ ἀναπαύοντες καὶ καθαίροντες , εἶτα διʹ αὐτὸ συμπεριφερόμενοι τοῖσδε καὶ τοῖσδε .
1.9.13 οὐκ ἀδιάφορα ταῦτα καὶ οὐδὲν πρὸς ἡμᾶς καὶ θάνατος οὐ κακόν ; καὶ συγγενεῖς τινες τοῦ θεοῦ ἐσμεν κἀκεῖθεν ἐληλύθαμεν ;
1.9.14 ἄφες ἡμᾶς ἀπελθεῖν ὅθεν ἐληλύθαμεν , ἄφες λυθῆναί ποτε τῶν δεσμῶν τούτων τῶν ἐξηρτημένων καὶ βαρούντων .
1.9.15 ἐνταῦθα λῃσταὶ καὶ κλέπται καὶ δικαστήρια καὶ οἱ καλούμενοι τύραννοι δοκοῦντες ἔχειν τινὰ ἐφʹ ἡμῖν ἐξουσίαν διὰ τὸ σωμάτιον καὶ τὰ τούτου κτήματα . ἄφες δείξωμεν αὐτοῖς , ὅτι οὐδενὸς ἔχουσιν ἐξουσίαν ·
1.9.16 ἐμὲ δʹ ἐν τῷδε λέγειν ὅτι ἄνθρωποι , ἐκδέξασθε τὸν θεόν . ὅταν ἐκεῖνος σημήνῃ καὶ ἀπολύσῃ ὑμᾶς ταύτης τῆς ὑπηρεσίας , τότʹ ἀπολύεσθε πρὸς αὐτόν · ἐπὶ δὲ τοῦ παρόντος ἀνάσχεσθε ἐνοικοῦντες ταύτην τὴν χώραν , εἰς ἣν ἐκεῖνος ὑμᾶς ἔταξεν .
1.9.17 ὀλίγος ἄρα χρόνος οὗτος τῆς οἰκήσεως καὶ ῥᾴδιος τοῖς οὕτω διακειμένοις . ποῖος γὰρ ἔτι τύραννος ποῖος κλέπτης ποῖα δικαστήρια φοβερὰ τοῖς οὕτως παρʹ οὐδὲν πεποιημένοις τὸ σῶμα καὶ τὰ τούτου κτήματα ; μείνατε , μὴ ἀλογίστως ἀπέλθητε .
1.9.18 τοιοῦτόν τι ἔδει γίνεσθαι παρὰ τοῦ παιδευτοῦ πρὸς τοὺς εὐφυεῖς τῶν νέων .
1.9.19 νῦν δὲ τί γίνεται ; νεκρὸς μὲν παιδευτής , νεκροὶ δʹ ὑμεῖς . ὅταν χορτασθῆτε σήμερον , κάθησθε κλάοντες περὶ τῆς αὔριον , πόθεν φάγητε .