1.12.2 τρίτοι δʹ οἱ καὶ εἶναι καὶ προνοεῖν , ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων , τῶν δὲ ἐπὶ γῆς μηδενός · τέταρτοι δʹ οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων , εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ δὲ καὶ κατʹ ἰδίαν ἑκάστου ·
1.12.3 πέμπτοι δʹ , ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης , οἱ λέγοντες ὅτι οὐδέ σε λήθω κινύμενος .
1.12.4 πολὺ πρότερον οὖν ἀναγκαῖόν ἐστι περὶ ἑκάστου τούτων ἐπεσκέφθαι , πότερα ὑγιῶς οὐχ ὑγιῶς λεγόμενόν ἐστιν . εἰ γὰρ μὴ εἰσὶν θεοί , πῶς ἐστι τέλος ἕπεσθαι θεοῖς ;
1.12.5 εἰ δʹ εἰσὶν μέν , μηδενὸς δʹ ἐπιμελούμενοι , καὶ οὕτως πῶς ὑγιὲς ἔσται ;
1.12.6 ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελομένων εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νὴ Δία γε καὶ εἰς ἐμέ , πῶς ἔτι καὶ οὕτως ὑγιές ἐστιν ;
1.12.7 πάντα οὖν ταῦτα καλὸς καὶ ἀγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχεν τῷ διοικοῦντι τὰ ὅλα καθάπερ οἱ ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως .
1.12.8 δὲ παιδευόμενος ταύτην ὀφείλει τὴν ἐπιβολὴν ἔχων ἐλθεῖν ἐπὶ τὸ παιδεύεσθαι πῶς ἂν ἑποίμην ἐγὼ ἐν παντὶ τοῖς θεοῖς καὶ πῶς ἂν εὐαρεστοίην τῇ θείᾳ διοικήσει καὶ πῶς ἂν γενοίμην ἐλεύθερος ;
1.12.9 ἐλεύθερος γάρ ἐστιν , γίνεται πάντα κατὰ προαίρεσιν καὶ ὃν οὐδεὶς δύναται κωλῦσαι .
1.12.10 τί οὖν ; ἀπόνοιά ἐστιν ἐλευθερία ; μὴ γένοιτο . μανία γὰρ καὶ ἐλευθερία εἰς ταὐτὸν οὐκ ἔρχεται .
1.12.11 ἀλλʹ ἐγὼ θέλω πᾶν τὸ δοκοῦν μοι ἀποβαίνειν , κἂν ὁπωσοῦν δοκῇ .