1.16.8 καὶ μή μοι νῦν τὰ μεγάλα · αὐτὸ τοῦτο τὸ ἐκ πτόας γάλα γεννᾶσθαι καὶ ἐκ γάλακτος τυρὸν καὶ ἐκ δέρματος ἔρια τίς ἐστιν πεποιηκὼς ταῦτα ἐπινενοηκώς ; οὐδὲ εἷς φησίν . μεγάλης ἀναισθησίας καὶ ἀναισχυντίας .
1.16.9 ἄγε ἀφῶμεν τὰ ἔργα τῆς φύσεως , τὰ πάρεργα αὐτῆς θεασώμεθα .
1.16.10 μή τι ἀχρηστότερον τριχῶν τῶν ἐπὶ γενείου ; τί οὖν ; οὐ συνεχρήσατο καὶ ταύταις ὡς μάλιστα πρεπόντως ἐδύνατο ; οὐ διέκρινεν διʹ αὐτῶν τὸ ἄρρεν καὶ τὸ θῆλυ ;
1.16.11 οὐκ εὐθὺς μακρόθεν κέκραγεν ἡμῶν ἑκάστου φύσις ἀνήρ εἰμι · οὕτω μοι προσέρχου , οὕτω μοι λάλει , ἄλλο μηδὲν ζήτει · ἰδοὺ τὰ σύμβολα ;
1.16.12 πάλιν ἐπὶ τῶν γυναικῶν ὥσπερ ἐν φωνῇ τι ἐγκατέμιξεν ἁπαλώτερον , οὕτως καὶ τὰς τρίχας ἀφεῖλεν . οὔ · ἀλλʹ ἀδιάκριτον ἔδει τὸ ζῷον ἀπολειφθῆναι καὶ κηρύσσειν ἕκαστον ἡμῶν ὅτι
1.16.13 ἀνήρ εἰμι . πῶς δὲ καλὸν τὸ σύμβολον καὶ εὐπρεπὲς καὶ σεμνόν , πόσῳ κάλλιον τοῦ τῶν ἀλεκτρυόνων λόφου , πόσῳ μεγαλοπρεπέστερον τῆς χαίτης τῶν λεόντων .
1.16.14 διὰ τοῦτο ἔδει σῴζειν τὰ σύμβολα τοῦ θεοῦ , ἔδει αὐτὰ μὴ καταπροίεσθαι , μὴ συγχεῖν ὅσον ἐφʹ ἑαυτοῖς τὰ γένη τὰ διῃρημένα .
1.16.15 ταῦτα μόνα ἐστὶν ἔργα ἐφʹ ἡμῶν τῆς προνοίας ; καὶ τίς ἐξαρκεῖ λόγος ὁμοίως αὐτὰ ἐπαινέσαι παραστῆσαι ; εἰ γὰρ νοῦν εἴχομεν , ἄλλο τι ἔδει ἡμᾶς ποιεῖν καὶ κοινῇ καὶ ἰδίᾳ ὑμνεῖν τὸ θεῖον καὶ εὐφημεῖν καὶ ἐπεξέρχεσθαι τὰς χάριτας ;