1.22.1 προλήψεις κοιναὶ πᾶσιν ἀνθρώποις εἰσίν · καὶ πρόληψις προλήψει οὐ μάχεται . τίς γὰρ ἡμῶν οὐ τίθησιν , ὅτι τὸ ἀγαθὸν συμφέρον ἐστὶ † ἐστι καὶ αἱρετὸν καὶ ἐκ πάσης αὐτὸ περιστάσεως δεῖ μετιέναι καὶ διώκειν ; τίς δʹ ἡμῶν οὐ τίθησιν , ὅτι τὸ δίκαιον καλόν ἐστι καὶ πρέπον ;
1.22.2 πότʹ οὖν ἡ μάχη γίνεται ; περὶ τὴν ἐφαρμογὴν τῶν προλήψεων ταῖς ἐπὶ μέρους οὐσίαις ,
1.22.3 ὅταν ὁ μὲν εἴπῃ καλῶς ἐποίησεν , ἀνδρεῖός ἐστιν · οὔ , ἀλλʹ ἀπονενοημένος . ἔνθεν ἡ μάχη γίνεται τοῖς ἀνθρώποις πρὸς ἀλλήλους .
1.22.4 αὕτη ἐστὶν ἡ Ἰουδαίων καὶ Σύρων καὶ Αἰγυπτίων καὶ Ῥωμαίων μάχη , οὐ περὶ τοῦ ὅτι τὸ ὅσιον πάντων προτιμητέον καὶ ἐν παντὶ μεταδιωκτέον , ἀλλὰ πότερόν ἐστιν ὅσιον τοῦτο τὸ χοιρείου φαγεῖν ἢ ἀνόσιον .
1.22.5 ταύτην τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως . κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον . τί λέγεις σύ , ὦ Ἀγάμεμνον ; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχοντα ;
1.22.6 δεῖ μὲν οὖν . σὺ δὲ τί λέγεις , ὦ Ἀχιλλεῦ ; οὐκ ἀρέσκει σοι γίνεσθαι τὰ καλῶς ἔχοντα ; ἐμοὶ μὲν οὖν πάντων μάλιστα ἀρέσκει . ἐφαρμόσατε οὖν τὰς προλήψεις . ἐντεῦθεν ἡ ἀρχὴ μάχης .
1.22.7 ὁ μὲν λέγει οὐ χρὴ ἀποδιδόναι με τὴν Χρυσηίδα τῷ πατρί , ὁ δὲ λέγει δεῖ μὲν οὖν . πάντως ὁ ἕτερος αὐτῶν κακῶς ἐφαρμόζει τὴν πρόληψιν τοῦ δέοντος .