2.1.4 νῦν δὲ τί δεινὸν ἔχει τὸ λεγόμενον ; εἰ γὰρ ὑγιῆ ταῦτʹ ἐστι τὰ πολλάκις μὲν εἰρημένα , πολλάκις δʹ ἀποδεδειγμένα , ὅτι οὐσία τοῦ ἀγαθοῦ ἔστιν ἐν χρήσει φαντασιῶν καὶ τοῦ κακοῦ ὡσαύτως , τὰ δʹ ἀπροαίρετα οὔτε τὴν τοῦ κακοῦ δέχεται φύσιν οὔτε τὴν τοῦ ἀγαθοῦ ,
2.1.5 τί παράδοξον ἀξιοῦσιν οἱ φιλόσοφοι , εἰ λέγουσιν ὅπου μὲν τὰ ἀπροαίρετα , ἐκεῖ τὸ θάρσος ἔστω σοι , ὅπου δὲ τὰ προαιρετικά , ἐκεῖ εὐλάβεια ;
2.1.6 εἰ γὰρ ἐν κακῇ προαιρέσει τὸ κακόν , πρὸς μόνα ταῦτα χρῆσθαι ἄξιον εὐλαβείᾳ · εἰ δὲ τὰ ἀπροαίρετα καὶ μὴ ἐφʹ ἡμῖν οὐδὲν πρὸς ἡμᾶς , πρὸς ταῦτα τῷ θάρσει χρηστέον .
2.1.7 καὶ οὕτως ἅμα μὲν εὐλαβεῖς ἅμα δὲ θαρραλέοι ἐσόμεθα καὶ νὴ Δία διὰ τὴν εὐλάβειαν θαρραλέοι . διὰ γὰρ τὸ εὐλαβεῖσθαι τὰ ὄντως κακὰ συμβήσεται θαρρεῖν ἡμῖν πρὸς τὰ μὴ οὕτως ἔχοντα .
2.1.8 λοιπὸν ἡμεῖς τὸ τῶν ἐλάφων πάσχομεν · ὅτε φοβοῦνται καὶ φεύγουσιν αἱ ἔλαφοι τὰ πτερά , ποῦ τρέπονται καὶ πρὸς τίνα ἀναχωροῦσιν ὡς ἀσφαλῆ ; πρὸς τὰ δίκτυα · καὶ οὕτως ἀπόλλυνται ἐναλλάξασαι τὰ φοβερὰ καὶ τὰ θαρραλέα .
2.1.9 οὕτως καὶ ἡμεῖς ποῦ χρώμεθα τῷ φόβῳ ; πρὸς τὰ ἀπροαίρετα . ἐν τίσιν πάλιν θαρροῦντες ἀναστρεφόμεθα ὡς οὐδενὸς ὄντος δεινοῦ ; ἐν τοῖς προαιρετικοῖς .