2.1.10 ἐξαπατηθῆναι προπεσεῖν ἀναίσχυντόν τι ποιῆσαι μετʹ ἐπιθυμίας αἰσχρᾶς ὀρεχθῆναί τινος οὐδὲν διαφέρει ἡμῖν , ἂν μόνον ἐν τοῖς ἀπροαιρέτικοις εὐστοχῶμεν . ὅπου δὲ θάνατος φυγὴ πόνος ἀδοξία , ἐκεῖ τὸ ἀναχωρητικόν , ἐκεῖ τὸ σεσοβημένον .
2.1.11 τοιγαροῦν ὥσπερ εἰκὸς τοὺς περὶ τὰ μέγιστα διαμαρτάνοντας τὸ μὲν φύσει θαρραλέον θρασὺ κατασκευάζομεν , ἀπονενοημένον , ἰταμόν , ἀναίσχυντον , τὸ δʹ εὐλαβὲς φύσει καὶ αἰδῆμον δειλὸν καὶ ταπεινόν , φόβων καὶ ταραχῶν μεστόν .
2.1.12 ἂν γάρ τις ἐκεῖ μεταθῇ τὸ εὐλαβές , ὅπου προαίρεσις καὶ ἔργα προαιρέσεως , εὐθὺς ἅμα τῷ θέλειν εὐλαβεῖσθαι καὶ ἐπʹ αὐτῷ κειμένην ἕξει τὴν ἔκκλισιν · ἂν δʹ ὅπου τὰ μὴ ἐφʹ ἡμῖν ἐστι καὶ ἀπροαίρετα , πρὸς τὰ ἐπʹ ἄλλοις ὄντα τὴν ἔκκλισιν ἔχων ἀναγκαίως φοβήσεται , ἀκαταστατήσει , ταραχθήσεται .
2.1.13 οὐ γὰρ θάνατος πόνος φοβερόν , ἀλλὰ τὸ φοβεῖσθαι πόνον θάνατον . διὰ τοῦτο ἐπαινοῦμεν τὸν εἰπόντα ὅτι οὐ κατθανεῖν γὰρ δεινόν , ἀλλʹ αἰσχρῶς θανεῖν .
2.1.14 ἔδει οὖν πρὸς μὲν τὸν θάνατον τὸ θάρσος ἐστράφθαι , πρὸς δὲ τὸν φόβον τοῦ θανάτου τὴν εὐλάβειαν · νῦν δὲ τὸ ἐναντίον πρὸς μὲν τὸν θάνατον τὴν φυγήν , πρὸς δὲ τὸ περὶ αὐτοῦ δόγμα τὴν ἀνεπιστρεψίαν καὶ τὸ
2.1.15 ἀφειδὲς καὶ τὸ ἀδιαφορητικόν . ταῦτα δʹ Σωκράτης καλῶς ποιῶν μορμολύκεια ἐκάλει . ὡς γὰρ τοῖς παιδίοις τὰ προσωπεῖα φαίνεται δεινὰ καὶ φοβερὰ διʹ ἀπειρίαν , τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν πρὸς τὰ πράγματα διʹ οὐδὲν ἄλλο ὥσπερ καὶ τὰ παιδία πρὸς τὰς μορμολυκείας .