2.10.29 ἡμεῖς δʹ ἄλλο οὐδὲν ἐθέλομεν ἢ ταῦτα · τὴν προαίρεσιν δὲ πρότερον αἰδήμονα καὶ πιστὴν ἕξομεν ἢ ἀναίσχυντον καὶ ἄπιστον , οὐδʹ ἐγγὺς διαφερόμεθα πλὴν μόνον ἐν τῇ σχολῇ μέχρι τῶν λογαρίων .
2.10.30 τοιγαροῦν μέχρι τῶν λογαρίων προκόπτομεν , ἔξω δʹ αὐτῶν οὐδὲ τὸ ἐλάχιστον .
2.11.head τίς ἀρχὴ φιλοσοφίας .
2.11.1 ἀρχὴ φιλοσοφίας παρά γε τοῖς ὡς δεῖ καὶ κατὰ θύραν ἁπτομένοις αὐτῆς συναίσθησις τῆς αὑτοῦ ἀσθενείας καὶ ἀδυναμίας περὶ τὰ ἀναγκαῖα .
2.11.2 ὀρθογωνίου μὲν γὰρ τριγώνου ἢ διέσεως ἡμιτονίου οὐδεμίαν φύσει ἔννοιαν ἥκομεν ἔχοντες , ἀλλʹ ἔκ τινος τεχνικῆς παραλήψεως διδασκόμεθα ἕκαστον αὐτῶν καὶ διὰ τοῦτο οἱ μὴ εἰδότες αὐτὰ οὐδʹ οἴονται εἰδέναι .
2.11.3 ἀγαθοῦ δὲ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ πρέποντος καὶ ἀπρεποῦς καὶ εὐδαιμονίας καὶ προσήκοντος καὶ ἐπιβάλλοντος καὶ ὅ τι δεῖ ποιῆσαι καὶ ὅ τι οὐ δεῖ ποιῆσαι τίς οὐκ ἔχων ἔμφυτον ἔννοιαν ἐλήλυθεν ;
2.11.4 διὰ τοῦτο πάντες χρώμεθα τοῖς ὀνόμασιν καὶ ἐφαρμόζειν πειρώμεθα τὰς προλήψεις ταῖς ἐπὶ μέρους οὐσίαις .
2.11.5 καλῶς ἐποίησεν , δεόντως , οὐ δεόντως · ἠτύχησεν , εὐτύχησεν · ἄδικός ἐστιν , δίκαιός ἐστιν . τίς ἡμῶν φείδεται τούτων τῶν ὀνομάτων ; τίς ἡμῶν ἀναβάλλεται τὴν χρῆσιν αὐτῶν μέχρι μάθῃ καθάπερ τῶν περὶ τὰς γραμμὰς ἢ τοὺς φθόγγους οἱ οὐκ εἰδότες ;
2.11.6 τούτου δʹ αἴτιον τὸ ἥκειν ἤδη τινὰ ὑπὸ τῆς φύσεως κατὰ τὸν τόπον ὥσπερ δεδιδαγμένους , ἀφʹ ὧν ὁρμώμενοι καὶ τὴν οἴησιν προσειλήφαμεν .