2.14.17 ἀλλʹ ἀνιαρὸν τὸ ἐξελέγχεσθαι πρεσβύτερον ἄνθρωπον ἤδη κἂν οὕτως τύχῃ τὰς τρεῖς στρατείας ἐστρατευμένον .
2.14.18 οἶδα κἀγώ . νῦν γὰρ σὺ ἐλήλυθας πρὸς ἐμὲ ὡς μηδενὸς δεόμενος . τίνος δʹ ἂν καὶ φαντασθείης ὡς ἐνδέοντος ; πλουτεῖς , τέκνα ἔχεις τυχὸν καὶ γυναῖκα καὶ οἰκέτας πολλούς , Καῖσάρ σε οἶδεν , ἐν Ῥώμῃ πολλοὺς φίλους κέκτησαι , τὰ καθήκοντα ἀποδίδως , οἶδας τὸν εὖ ποιοῦντα ἀντευποιῆσαι καὶ τὸν κακῶς ποιοῦντα κακῶς ποιῆσαι .
2.14.19 τί σοι λείπει ; ἂν οὖν σοι δείξω , ὅτι τὰ ἀναγκαιότατα καὶ μέγιστα πρὸς εὐδαιμονίαν καὶ ὅτι μέχρι δεῦρο πάντων μᾶλλον τῶν προσηκόντων ἐπιμεμέλησαι , καὶ τὸν κολοφῶνα ἐπιθῶ · οὔτε τί θεός ἐστιν οἶδας οὔτε τί ἄνθρωπος οὔτε τί ἀγαθὸν οὔτε τί κακόν ,
2.14.20 καὶ τὸ μὲν τῶν ἄλλων ἴσως ἀνεκτόν , ὅτι δʹ αὐτὸς αὑτὸν ἀγνοεῖς , πῶς δύνασαι ἀνασχέσθαι μου καὶ ὑποσχεῖν τὸν ἔλεγχον καὶ παραμεῖναι ;
2.14.21 οὐδαμῶς , ἀλλʹ εὐθὺς ἀπαλλάσσῃ χαλεπῶς ἔχων . καίτοι τί σοι ἐγὼ κακὸν πεποίηκα ; εἰ μὴ καὶ τὸ ἔσοπτρον τῷ αἰσχρῷ , ὅτι δεικνύει αὐτὸν αὐτῷ οἷός ἐστιν · εἰ μὴ καὶ ἰατρὸς τὸν νοσοῦντα ὅταν αὐτὸν ὑβρίζει , ὅταν εἴπῃ αὐτῷ ἄνθρωπε , δοκεῖς μηδὲν ἔχειν , πυρέσσεις δέ · ἀσίτησον σήμερον , ὕδωρ πίε · καὶ οὐδεὶς λέγει δεινῆς ὕβρεως .
2.14.22 ἐὰν δέ τινι εἴπῃς αἱ ὀρέξεις σου φλεγμαίνουσιν , αἱ ἐκκλίσεις ταπειναί εἰσιν , αἱ ἐπιβολαὶ ἀνομολογούμεναι , αἱ ὁρμαὶ ἀσύμφωνοι τῇ φύσει , αἱ ὑπολήψεις εἰκαῖαι καὶ ἐψευσμέναι , εὐθὺς ἐξελθὼν λέγει ὕβρισέν με .