2.14.23 τοιαῦτά ἐστι τὰ ἡμέτερα ὡς ἐν πανηγύρει . τὰ μὲν κτήνη παραθησόμενα ἄγεται καὶ οἱ βόες , οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων οἱ μὲν ὠνησόμενοι οἱ δὲ πωλήσοντες · ὀλίγοι δέ τινές εἰσιν οἱ κατὰ θέαν ἐρχόμενοι τῆς πανηγύρεως , πῶς τοῦτο γίνεται καὶ διὰ τί καὶ τίνες οἱ τιθέντες τὴν πανήγυριν καὶ ἐπὶ τίνι .
2.14.24 οὕτως καὶ ἐνθάδʹ ἐν τῇ πανηγύρει ταύτῃ · οἱ μέν τινες ὡς κτήνη οὐδὲν πλέον πολυπραγμονοῦσι τοῦ χόρτου · ὅσοι γὰρ περὶ κτῆσιν καὶ ἀγροὺς καὶ οἰκέτας καὶ ἀρχάς τινας ἀναστρέφεσθε , ταῦτα οὐδὲν ἄλλο χόρτος ἐστίν ·
2.14.25 ὀλίγοι δʹ εἰσὶν οἱ πανηγυρίζοντες ἄνθρωποι φιλοθεάμονες . τί ποτʹ οὖν ἐστιν κόσμος , τίς αὐτὸν διοικεῖ . οὐδείς ;
2.14.26 καὶ πῶς οἷόν τε πόλιν μὲν οἶκον μὴ δύνασθαι διαμένειν μηδʹ ὀλιγοστὸν χρόνον δίχα τοῦ διοικοῦντος καὶ ἐπιμελομένου , τὸ δʹ οὕτως μέγα καὶ καλὸν κατασκεύασμα εἰκῇ καὶ ὡς ἔτυχεν οὕτως εὐτάκτως οἰκονομεῖσθαι ;
2.14.27 ἔστιν οὖν διοικῶν . ποῖός τις καὶ πῶς διοικῶν ; ἡμεῖς δὲ τίνες ὄντες ὑπʹ αὐτοῦ γεγόναμεν καὶ πρὸς τί ἔργον ; ἆρά γʹ ἔχομέν τινα ἐπιπλοκὴν πρὸς αὐτὸν καὶ σχέσιν οὐδεμίαν ;
2.14.28 ταῦτʹ ἔστιν πάσχουσιν οὗτοι οἱ ὀλίγοι · καὶ λοιπὸν τούτῳ μόνῳ σχολάζουσι τῷ τὴν πανήγυριν ἱστορήσαντας ἀπελθεῖν .
2.14.29 τί οὖν ; καταγελῶνται ὑπὸ τῶν πολλῶν · καὶ γὰρ ἐκεῖ οἱ θεαταὶ ὑπὸ τῶν ἐμπόρων · καὶ εἰ τὰ κτήνη συναίσθησίν τινα εἶχεν , κατεγέλα τῶν ἄλλο τι τεθαυμακότων τὸν χόρτον .
2.15.head πρὸς τοὺς σκληρῶς τισιν ὧν ἔκριναν ἐμμένοντας .